Οἰχαλία

Stephanos of Byzantium - Ethnika

Οἰχαλία OCR ✓ Trans ✓ Confirmed ✓
city
Οἰχαλία, πόλις, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει λέγων “οἵ τ´ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου”. οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι καὶ ἐν Θετταλίᾳ καὶ ἐν Ἀρκαδίᾳ. ὁ πολίτης Οἰχαλιεύς ὡς τὸ Αἱμονία Αἱμονιεύς, καὶ [ὡς] Αἱμονίς οὕτω καὶ Οἰχαλίς, καὶ Οἰχαλιώτης ὡς Ἀμβρακιώτης [καὶ] Σικελιώτης. Λίνος γὰρ ὁ ἱστορικὸς Οἰχαλιώτης ἦν. λέγεται καὶ Οἰχάλιος καὶ Οἰχαλίηθεν ἐκ τόπου.

Oichalia: a city, which Homer places in Pelasgic Argos, saying: “and those who held Oichalia, the city of Eurytus.” But the later writers have located it in Euboea. There is also an Oichalia in Messenia, and another in Trachis, and in Thessaly, and in Arcadia. The citizen is Oichalieus, as from Haimonia comes Haimonieus; and just as Haimonis, so too Oichalis. Also Oichaliotes, as Ambrakiotes, Sikeliotes. For Linos the historian was an Oichaliotes. One also says Oichalios, and Oichaliēthen as a local adverb.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.300
char LCS 76 (22.0%) · word LCS 16 (23.2%)
Stephanos
Οἰχαλία, πόλις, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει λέγων “οἵ τ´ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου”. οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι καὶ ἐν Θετταλίᾳ καὶ ἐν Ἀρκαδίᾳ. ὁ πολίτης Οἰχαλιεύς ὡς τὸ Αἱμονία Αἱμονιεύς, καὶ [ὡς] Αἱμονίς οὕτω καὶ Οἰχαλίς, καὶ Οἰχαλιώτης …
Herodian
…αὶ Φιλωτέρα. Τὸ μέντοι Στειριά δῆμος Ἀττικὸς τῆς Πανδιονίδος φυλῆς, λέγεται δὲ καὶ οὐδετέρως. Τὰ εἰς 'α' μακρὸν παραληγόμενα τῇ 'λι', ἧς προηγεῖται 'α', βαρύνεται πρᾶγμα σημαῖνον, διδασκαλία, ἀτασθαλία, ἢ ὀνόματα χωρῶν, Οἰχαλία πόλις, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει λέγων «οἵ τ´ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου» (Β 730). οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι. Θεσσαλία ἀπὸ Θεσσαλοῦ ἡ πρότερον Πελασγία. Παραλία τῆς Ἀττικῆς. Χαλία πόλις Βοιωτίας. Θεόπομπος μεʹ «τὴν δὲ Χαλίαν καὶ…