Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὀκρίκολα, πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ὀκρικολανός, ὡς αὐτός φησιν.
…ὰ τὸν θεὸν δῆμός ἐστι Ὑλλούαλα λεγόμενος«. ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον. Σκάβαλα χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. Ῥέσαλα πόλις Ὀμβρικῶν. Μίσπιλα πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως (c. 4, 10). Ὀκρίκολα πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Σατίκολα πόλις Ἰταλίας. Ἀπίολα πόλις Ἰταλίας. Κρόταλλα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Μάκαλλα πόλις Ἰταλίας. ἄμαλλα. Βίτελλα πόλις Ἰταλίας. Ἄτελλα πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. Ἔντελλα πόλις Σικελί…