Stephanos of Byzantium - Ethnika
Olizon: a city in Thessalia. Hekataios in his Europe. It is inflected with ω and is oxytone, as in ‘and those who held Pityeia and rugged Olizon’. Its oxytone accent distinguishes ‘Ὀλιζών’ from ‘ὀλίζονες’ in ‘and the people were fewer’. It was named for being small: the Thessalians call a small thing ‘olizon’, as Demosthenes relates in his Foundations. The ethnonym is ‘Olizonios’.
AI translation — gpt-6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὀλιζών, πόλις Θετταλίας. Ἑκαταῖος Εὐρώπῃ. κλίνεται δὲ διὰ τοῦ « ω » καὶ ὀξύνεται “καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν”. ὀξύνεται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ “λαοὶ δ´ ὑπ´ ὀλίζονες ἦσαν”. ὠνομάσθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γάρ, ὡς ἱστορεῖ Δημοσθένης ἐν κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσι. τὸ ἐθνικὸν Ὀλιζώνιος.
…ς τὸ 'ι' τραπέντος. ὀλίζων· τὸ δὲ Ὀλιζών πόλις Θετταλίας—Ἑκαταῖος Εὐρώπῃ «καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν» (Il. Β 717)—κλίνεται διὰ τοῦ 'ω' καὶ ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ «λαοὶ δ´ ὑπ´ ὀλίζονες ἦσαν» (Σ 519). ὠνομάσθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γάρ, ὡς ἱστορεῖ Δημοσθένης ἐν κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσι. τὸ δὲ Ἀμαζών ἔχει μακρὸν τὸ 'α'· ἔστι δὲ ἔθνος γυναικεῖον πρὸς τῷ Θερμώδοντι, ὡς Ἔφορος. τινὲς ἀπὸ τοῦ ἐστερῆσθαι μαζῶν· ἀπίθανος δὲ ἡ τοιαύτη ἐτυμολογία· Θεμισταγόρας δὲ καὶ ἐν τῇ χρυσῇ βίβλῳ φησίν «ὅτι κατὰ τὴν Ἀλόπην τὴ…