Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὀλοῦς, πόλις Κρήτης. Ξενίων ἐν τοῖς Κρητικοῖς. ὁ πολίτης Ὀλούντιος ὡς Σελινούντιος.
…πεζοῦντος παιδὸς Λυκάονος, ὡς Παυσανίας ὀγδόῳ ( 3, 3). ἔστι καὶ ἄλλη πλησίον τοῦ Ἀραβικοῦ κόλπου. Σολοῦς πόλις Σικελίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἐκλήθη δὲ ἀπὸ Σολοῦντος κακοξένου, ὃν ἀνεῖλεν Ἡρακλῆς. Πηλοῦς νῆσος περὶ Χίον. Ὀλοῦς πόλις Κρήτης. Ξενίων ἐν τοῖς Κρητικοῖς. Μυοῦς πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν αʹ χρονικῶν. Στράβων ιβʹ »τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα«. Ἰπνοῦς χωρίον ἐν Σάμῳ. Οἰκοῦς Καρίας πόλις. Πεσσινοῦς πόλις Γαλατίας ἀπό τινος Γάλλου Πεσσινοῦντος· τινὲς δὲ ἀπὸ…