Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὀλυμπιεῖον, τόπος ἐν Δήλῳ, ὃν κτίσαντες Ἀθηναῖοι χρήμασιν Ἀδριανοῦ νέας Ἀθήνας Ἀδριανάς ἐκάλεσαν, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. τὸ ἐθνικὸν Ὀλυμπιεύς ἢ Ὀλύμπιος ὡς Βυζάντιος.
…μένου αὐτοῦ τοῦ 'α' ὥστε εἶναι πρὸ τέλους τὴν 'αι' δίφθογγον ἢ ὅσα κτητικά, Ἀσκληπιεῖον· Ἀσκληπιός γάρ. Πτολεμαεῖον· Πτολεμαῖος γάρ. Ὀλυμπιεῖα τὰ Ἀθήνησι, Ὀλύμπιος γάρ· ἔστι καὶ Ὀλυμπιεῖον τόπος ἐν Δήλῳ, ὃν κτίσαντες οἱ Ἀθηναῖοι χρήμασιν Ἀδριανοῦ νέας Ἀθήνας Ἀδριανὰς ἐκάλεσαν ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Καπετωλιεῖα καὶ Καπετωλεῖα ἐν συναιρέσει· Καπετώλιος γάρ. Ἀμμωνιεῖον· τὸ γὰρ κτητικὸν Ἀμμώνιος διὰ τοῦ 'ι'. προπαροξύνεται δὲ τὰ κτητικὰ ὥσπερ τὰ ἀρσενικά, Ἡράκλειον, Αἰάκειον, Διοσκούρειον, Πλουτώνειον, Ποσειδώνειον,…
Ὀλυμπιεῖον, τόπος ἐν Δήλῳ, ὃν κτίσαντες Ἀθηναῖοι χρήμασιν Ἀδριανοῦ νέας Ἀθήνας Ἀδριανάς ἐκάλεσαν, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. τὸ ἐθνικὸν Ὀλυμπιεύς ἢ Ὀλύμπιος ὡς Βυζάντιος.
…, ἀστερίσκος, ὀβελίσκος, πανίσκος, Κωραλίσκος, οὐρανίσκος, Βορμίσκος πόλις Μακεδονίας. Δορίσκος πόλις Θρᾴκης καὶ πεδίον. Φαλίσκος πόλις Ἰταλίας καὶ ὁ οἰκήτωρ ὁμοφώνως. Ἱππουρίσκος νῆσος Καρίας. Σκορδίσκος ἔθνος Παιονίας ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Τριποδίσκος καὶ Τριποδίσκοι κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκη. Ἐλευθερίσκος πόλις Μακεδονίας. Ταυρίσκος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι, ὡς Πολύβιος τρίτῳ (c. 60, 8). Ἐρατοσθένης Τερίσκους αὐτούς …