Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὄμβρικοι, ἔθνος Ἰταλικὸν παρὰ τὸν Ἀδριακὸν κόλπον, μέσον τοῦ Πάδου καὶ Πικεντικοῦ. λέγονται καὶ Ὄμβροι· ἔστι καὶ ποταμὸς Ἰταλίας Ὄμβρος· λέγονται Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. παρὰ τούτοις ἱστορεῖ Ἀριστοτέλης ἐν τῷ περὶ θαυμασίων ἀκουσμάτων ὅτι τρὶς τοῦ ἐνιαυτοῦ τίκτουσι τὰ βοσκήματα, καὶ τοὺς καρποὺς πολλαπλασίους τὴν γῆν ἀνιέναι τῶν καταβαλλομένων, [εἶναι δὲ] καὶ τὰς γυναῖκας αὐτοῦ πολυγόν…
…τ´ ὄρος». Θύμβρος φίλος Δαρδάνου, ἀφ´ οὗ Θύμβρα. Ἴμβρος νῆσος Θρᾴκης ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες. ἔστι καὶ πόλις. Τέμβρος πόλις Κύπρου. Ὄμβρος ποταμὸς Ἰταλίας καὶ ἔθνος. λέγονται καὶ Ὄμβρικοι καὶ Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. καὶ τὸ ὄμβρος προσηγορικόν. ἄλλως τε τὰ εἰς 'ος' δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ 'ο' καὶ ἔχοντα δύο σύμφωνα ἢ πλέονα βαρύνεσθαι θέλει. οἷον ὄκνος, ὄρρος, ὄσσος, Ὄρθος, ὄγμος. οὕτως καὶ ὄμβρος. τὸ μέντοι γαμβρός ὀξύ…