Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὀμφάλιον, τόπος Κρήτης πλησίον Θενῶν καὶ Κνωσσοῦ. ἔστι καὶ Θετταλίας. τὸ ἐθνικὸν Ὀμφαλίτης.
…ώλιον. Βαργύλια πόλις Καρίας, ἣν Ἄνδανον οἱ Κᾶρές φασιν, Ἀχιλλέως κτίσμα λέγοντες. ὠνομάσθη δὲ ἀπὸ Βαργύλου, ὃς πληγεὶς ὑπὸ Πηγάσου τελευτᾷ, Βελλεροφόντης δ´ ἀνιαθεὶς ἐπὶ τῷ ἑταίρῳ ἔκτισε Βαργύλια. Ἰδάλιον πόλις Κύπρου. Ὀμφάλιον τόπος Κρήτης πλησίον Θενῶν καὶ Κνωσσοῦ. ἔστι καὶ Θετταλίας. Ἐπιτάλιον πόλις τῆς Τριφυλίας. Πολύβιος τετάρτῃ. Ἀμφιμάλιον πόλις Κρήτης ἀπὸ Ἀμφιμάλου. λέγεται καὶ Ἀμφίμαλα. Σανδάλιον Πισιδίας χωρίον. Ταυροπόλιον ἐν Ἰκαρίᾳ νήσῳ παρακειμένῃ τῇ Σάμῳ Ἀρτέμιδος ἱερόν. Στράβων ιδʹ. Διοβ…