Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὀνθύριον, πόλις Θεσσαλικὴ περὶ τὴν Ἄρνην. τὸ ἐθνικὸν Ὀνθυριεύς. Ῥιανὸς ὀγδόῳ.
πόλις ἐν Ἀρναίᾳ χώρᾳ τῆς Βοιωτίας ἀπὸ Φιλήνορος τοῦ Αἰτωλοῦ. Ἀλαβούριον πόλις Συρίας. Χάραξ ὀγδόῃ χρονικῶν. Ἀγκύριον πόλις Ἰταλίας. Ὀνθύριον πόλις Θεσσαλικὴ περὶ τὴν Ἄρνην. Μανδύριον πόλις Ἰαπυγίας. Ἀταβύριον ὄρος Σικελίας, ὡς Τίμαιος. κέκληται δὲ τὰ ὄρη ἀπό τινος Τελχῖνος Ἀταβυρίου. ἔστι καὶ Περσικὴ πόλις· ἔστι καὶ Φοινίκης. Ζεφύριον. ἡ Ἁλικαρνασσὸς τῆς Καρίας οὕτως ἐκαλεῖτο, ὡς Φίλων, κ…