Stephanos of Byzantium - Ethnika
Chalkeia: a city in Libya. The Polyhistor mentions it in book 3 of his Libyka, as does Demosthenes; criticising him, Polybios writes as follows in book 12: ‘He is greatly mistaken also about the Chalkeia; for it is not a city, but bronze-works.’ There is also Chalkeia in Karia, of which the ethnonym is ‘Chalkeates’, as Krateros thinks.
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χάλκεια, πόλις Λιβύης. ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης, ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει “ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν χαλκείων· οὐδὲ γὰρ πόλις ἐστίν, ἀλλὰ χαλκουργεῖα”. ἔστι καὶ Καρίας Χάλκεια ἧς τὸ ἐθνικὸν Χαλκεάτης, ὡς Κρατερῷ δοκεῖ.
…θῳ. Νάξειον τὸ ὄρος. Ἄσχειον πόλις Ἀχαΐας. Τήνειον πόλις Ἀχαΐας. Τίβειον τόπος Φρυγίας ἀπὸ Τιβίου τινός. Σύλειον πόλις Φρυγίας. ἐν δυσὶ 'λλ' καὶ δι´ ἑνός. γράφεται δὲ καὶ Σύλαιον. Φίνειον τόπος τοῦ Πόντου κτίσμα Φινέως. Χάλκεια πόλις Λιβύης. ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης, ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει «ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν χαλκείων· οὐδὲ γὰρ πόλις ἐστίν, ἀλλὰ χαλκουργεῖα». ἔστι καὶ Καρίας Χάλκεια. Ὄγκειον χωρίον Ἀρκαδίας ἀπὸ Ὄγκου δυναστεύσαντος ὡς Παυσανίας δηλοῖ ὀγδόῳ (c. 25, 4). Μούσειον τόπος περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ. Πολύβιος τριακοστῷ ἑβδόμῳ. Λύρκειον ὄρος Ἄργους. Καλλίμαχος Ἑκάλῃ. Ζοίτειον πόλις …