Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χαλκητόριον, πόλις Κρήτης. ὁ πολίτης Χαλκητορεύς. Ἀπολλόδωρος τετάρτῳ χρονικῶν “μεθ´ οὗ Χαρίδημος ἦν φυγὰς Χαλκητορεύς”. Κρατερὸς δ´ ἐν τῷ περὶ ψηφισμάτων Χαλκήτορας αὐτούς φησι.
…ῖς. Ἑκαταῖος Εὐρώπῃ. κωμήτωρ, οἰκήτωρ, παγκράτωρ, προπάτωρ, Νικάνωρ, ἠλέκτωρ ὁ ἥλιος, ταλάωρ τὸ τόξον. Χαλκήτωρ ὁ οἰκήτωρ Χαλκητορίου πόλεως Κρήτης. Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων, Ἀπολλόδωρος δὲ Χαλκητορεῖς αὐτούς φησι τετάρτῳ χρονικῶν «μεθ´ οὗ Χαρίδημος ἦν φυγὰς Χαλκητορεύς». ἀλάστωρ ὁ Ζεὺς ὁ ὑποπτεύων τοὺς ἄλαστα καὶ χαλεπὰ ποιοῦντας· ἢ ὁ ἀσεβὴς ἢ ὁ κακοποιός. σημειῶδες ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον, ὅτι τοῦτο μόνον διήλλαξε περὶ τὴν κλίσιν. τὰ γὰρ εἰς 'ωρ' ἀρσενικὰ δισύλλαβα…