Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὀνύχιον, τόπος Κρήτης, ἀπὸ ὄνυχος ἀγκύρας ἐνσχεθείσης ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικησάντων.
…αφύστιον. * Τὰ διὰ τοῦ 'φιον' οὐδέτερα μονογενῆ προπαροξύνεται, ζωΰφιον, δενδρύφιον, ὀρνύφιον, ὠΰφιον, χρυσάφιον, ἀργυράφιον, μοιράφιον. * Τὰ διὰ τοῦ 'χιον' ὑπὲρ τρεῖς συλλαβὰς οὐδέτερα προπαροξύνεται, ὀνύχιον. ἔστι καὶ Ὀνύχιον τόπος Κρήτης, ἀπὸ ὄνυχος ἀγκύρας ἐνσχεθείσης ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικησάντων. Δυρράχιον πόλις Ἰλλυρικὴ καὶ Ἐπίδαμνος κληθεῖσα ἀπὸ Ἐπιδάμνου. τούτου θυγάτηρ Μέλισσα, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρράχιος. Στράβων ἐν ηʹ φησί «μετὰ δὲ τὸν Ῥιζονικὸν Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυρα…