Stephanos of Byzantium - Ethnika
Chattenia: the third region of the Gerrhaians. Polybios, book 13: ‘Chattenia is otherwise barren, but has been furnished with villages and towers because of the favourable situation of the Gerrhaians; for they occupy it.’ It lies on the Red Sea. The inhabitants are ‘Chattenoi’, as per the same author: ‘For he instructed these men to spare the territory of the Chattenoi.’
AI translation — gpt-5.6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χαττηνία, χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ “ἔστι δ´ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὔκαιρον τῶν Γερραίων· οὗτοι γὰρ αὐτὴν νέμονται”. ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χαττηνοί, ὡς αὐτός “τούτοις μὲν γὰρ παρήγγειλε φείδεσθαι τῆς τῶν Χαττηνῶν χώρας”.
…ται παρὰ τὸν Βαῖτιν ποταμόν. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ. Σαρωνία ἐκαλεῖτο Τροιζήν. Τυρρηνία χώρα πρὸς τῷ Ἀδρίᾳ. ἔστι καὶ Τυρρηνία πόλις, ἣ λέγεται καὶ Τυρρηνή. Ὑρκανία πόλις Θρᾴκης. Χαονία μέση τῆς Ἠπείρου. Χαττηνία χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ «ἔστι δ´ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὔκαιρον τῶν Γερραίων. οὗτοι γὰρ αὐτὴν νέμονται». ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. Χωνία χώρα Οἰνωτρῶν. Λυκόφρων (v. 983) «ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν». —τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι—δύο δέ εἰσι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡς …