Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χήσιον, Ἰωνίας πολίχνιον, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῳ. ὁ πολίτης Χησιεύς, ὡς Ἴλιον Ἰλιεύς, Σούνιον Σουνιεύς. Ὦρος δ´ ἀρσενικῶς αὐτήν φησι, καὶ οὐδὲ πόλιν, ἀλλὰ τόπον.
…ντες Αἰολεῖς, ὡς Ἑλλάνικος ἐν ἱερειῶν Ἥρας βʹ. ἐκλήθη δὲ ἀπὸ Φρικίου τοῦ Κενταύρου, ὃν ἀπέκτεινεν Ἡρακλῆς. καλεῖται καὶ Φρίκειον, ὃ καὶ Δρίος ὠνομάζετο. Φρύγια τόπος μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς. Χήσιον πολίχνιον Ἰωνίας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῳ. Ψίλιον ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυνίας. Δομίτιος Καλλίστρατος ἐν τρίτῳ περὶ Ἡρακλείας «ἐγκυριεύσαντος ἀπὸ τοῦ Σαγγάρου χωρίου ἐντὸς τοῦ Ψιλίου ποταμοῦ». Ψύχιον τόπος Κρήτης, ἐν ᾗ πόλις ἦν ὁμώνυμος. Πόρθμιον καὶ Πορθ…