Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὀπόεις, πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων, ἀπὸ Ὀπόεντος. τὸ ἐθνικὸν Ὀποείσιος Ὀποεισία. λέγεται καὶ Ὀποῦς Ὀποῦντος κατὰ κρᾶσιν. ἔστι καὶ Ὀποῦς πόλις Ἀχαΐας καὶ τῆς Ἠλείας ἄλλη. οἱ πολῖται Ὀπούντιοι.
…τεμίδωρος ἐν πρώτῳ γεωγραφουμένων φησὶν ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας, οἳ ἀπορριφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. Ὀπόεις πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων. Μαλόεις Ἀπόλλων ἐν Λέσβῳ καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις ἀπὸ Μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λιβυκῶν πρώτῳ. σκιόεις, τερμιόεις. ἢ τὸ 'ω' ὡς εὐρώεις, κητώεις, ὠτώεις, κηώεις. ὅθεν τὸ χαριτόεις παρὰ Ἀνακρέοντι ἀναλογώτε…