Χαλδία· χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν Περίπλῳ τῶν δύο Πόντων (9v43 Diller = GGM 1,572,11) „{τὴν} μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία καὶ τὰ κατὰ Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν“. οἱ ἐν ταύτῃ κατοικοῦντες Χάλδοι· οὕτως γὰρ ἐπεκράτησεν. ἔστιν οὖν καὶ δ πόλις ἐν Ἄργει ὕστερον κτισθεῖσα. καὶ ε ἐν Θεσπρωτίᾳ {ἤγουν ἐν Νικοπόλει}. λέγεται καὶ ἀρσενικῶς. Θουκυδίδης η (8,60,2) „ἔχοντες οὖν τὸν Ὠρωπὸν ἀφικνοῦνται εἰς τὴν Ῥόδον“. τὸ ἐθνικὸν Ὠρωπεύς· οὕτως γὰρ Ἀπολλόδωρος ἐν Νεῶν καταλόγου α (FGrHist 244 F 155) „ἔστι δ’ ἡ Γραῖα τόπος, τῶν Ὠρωπέων πόλις“. Στράβων δ’ ἐν τῇ θ (9,1,3 [C 391,14]) φησίν „ἀπὸ τῆς Ὠρωπίας ἐπὶ τὴν δύσιν“, ὡς ἀπὸ τοῦ Ὠρώπιος· εἰ γὰρ ἦν ἀπὸ Ὠρωπιεύς, Ὠρωπιάς ἄν φησι. Παυσανίας δὲ ἐν τῷ ζ (7,11,4) τὴν μὲν πόλιν θηλυκῶς φησι „διαρπάζουσιν Ὠρωπὸν ὑπήκοόν σφισιν οὖσαν“, τὸ δ’ ἐθνικὸν οὕτως „καταφεύγουσιν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι“ (Paus. loc. cit.). καὶ Θουκυδίδης β (2,23,3) „παριόντες Ὠρωπὸν <τὴν> γῆν τὴν Γραϊκὴν καλουμένην, ἣν νέμονται Ὠρώπιοι Ἀθηναίων ὑπήκοοι, ἐδήωσαν“. καὶ Θεόπομπος ϛ Ἑλληνικῶν (FGrHist 115 F 12) „ἀνακοινοῦνται τῶν Ὠρωπίων Τηλέφῳ καὶ τοῖς μετ’ ἐκείνου βουλομένοις τὸν Ὠρωπὸν ὑπάρχειν αὐτοῖς“.
Translation pending