Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ψησσοί, ἔθνος τῆς Ταυρινίας. Ἀπολλόδωρος ἐν δευτέρῳ περὶ γῆς “ἔπειτα δ´ Ἑρμώνασσα καὶ Κῆπος [πόλις], τρίτον δὲ τὸ Ψησσῶν ἔθνος”.
…Μιτυληναίων ἄποικον ἐν τῇ Μυσίᾳ φησὶν Ἀσσόν, ὅπου ὁ σαρκοφάγος γίνεται λίθος. ἔστι καὶ λειμὼν ἐν τῷ Κιλβιανῷ πεδίῳ τῆς Λυδίας περὶ τὸν Κάϋστρον ποταμόν. ἔστι καὶ ἑτέρα πόλις ἐν Ἠπείρῳ μικρά. Ἠσσός πόλις Λοκρίδος. Ψησσός ἔθνος τῆς Ταυρινίας. Ἀπολλόδωρος ἐν δευτέρῳ περὶ γῆς «ἔπειτα δ´ Ἑρμώνασσα καὶ Κῆπος πόλις, τρίτον δὲ τὸ Ψησσῶν ἔθνος». Τνυσσός πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Βυσσός τὸ ἐθνικὸν καὶ ἡ νῆσος καὶ βυσσός ὁ βυθός, πεσσός. Ἰσσός πόλις μεταξὺ Συρίας καὶ Κιλικίας. δισσός, τρισσός, λισσός, κισσός. τὸ δὲ Κίσσος τὸ κύριον βαρύνεται. ὡσαύτως καὶ τὸ …