Stephanos of Byzantium - Ethnika
Okalea: a city in Boiotia. ‘Okaleen and Medeon, well-built citadel’, Homer. It is near Haliartos. It used to be called ‘Okaleia’, as per Apollodoros. The ethnonym is ‘Okaleus’, as ‘Mantineus’ is from ‘Mantineia’. It was so called because one travels quickly from Thespiai to Thebes; Thespiai neighbours and borders it.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὠκαλέα, πόλις Βοιωτίας. “Ὠκαλέην Μεδεῶνά τ´ ἐυκτίμενον πτολίεθρον” Ὅμηρος. ἔστι δὲ πρὸς τῇ Ἁλιάρτῳ. ἐκαλεῖτο δὲ Ὠκάλεια, ὡς Ἀπολλόδωρος. τὸ ἐθνικὸν Ὠκαλεύς, ὡς Μαντίνεια [Μαντινεύς]. ἐκλήθη δὲ οὕτως διὰ τὸ συντόμως πορεύεσθαι ἐκ Θεσπιῶν εἰς Θήβας· αἱ δὲ Θεσπιαὶ γειτονοῦσι καὶ ὁμοροῦσιν αὐτῇ.
…αλεῖτο, καὶ Ἰτέα δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. συκέα, ἀμυγδαλέα, μηλέα, λεοντέα, γαλέα, Νεμέα χώρα τῆς Ἀργολίδος, Τενέα· κώμη Κορίνθου ἀπὸ Τένου τοῦ Κύκνου, τινὲς δὲ Γενέα γράφουσι. Μαντινέα, ἣ καὶ Μαντίνεια καὶ Μαντίνη. Ὠκαλέα πόλις Βοιωτίας «Ὠκαλέην Μεδεῶνά τ´ ἐϋκτίμενον πτολίεθρον» Ὅμηρος (Β 501). ἐκαλεῖτο δὲ καὶ Ὠκάλεια, ὡς Ἀπολλόδωρος. ἐκλήθη δὲ οὕτω διὰ τὸ ὦκα καὶ συντόμως ἐκεῖθεν εἰς Θήβας πορεύεσθαι ἢ ἀπὸ ποταμοῦ παραρρέοντος. ἀλέα ἐπὶ τῆς θερμασίας καὶ ὁπότε δηλοῖ τὴν φυγὴν βαρύνεται, ἐπὶ δὲ τῆς Ἀθ…