Stephanos of Byzantium - Ethnika
Olenos: a city in Achaia and Aitolia, spoken of as feminine. Aeschylus in his Kares: ‘steep, very holy Olenos’. Sophocles in his Hipponous: ‘from the pasture-land of Olenos I am brought’. Apollodoros, however, says that it is masculine in book 8 of his Catalogue of Ships: ‘Olenos and Pylene, as things now stand, no longer exist’. It is named after Olenos son of Zeus, as per Istros in his Colonies of the Egyptians: ‘of the Danaids, Anaxithea and Zeus had Olenos, who ruled over the Olenioi’. There is therefore also another one, in Aitolia, which Homer mentions: ‘they who dwelt in Pleuron and Olenos and also Pylene’. The feminine is ‘Olenia’; Hesiod: ‘and he dwelt on the Olenian rock of the river [near its banks]’. The neuter is ‘Olenion’. The local form used adverbially is ‘Oleniethen’.
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὤλενος, πόλις Ἀχαΐας καὶ Αἰτωλίας, θηλυκῶς λεγομένη. Αἰσχύλος Καρσίν “τὴν αἰπεινὴν ζαθέαν Ὤλενον”. Σοφοκλῆς ἐν Ἱππόνῳ “ἐξ Ὠλένου γῆς φορβάδος κομίζομαι”. Ἀπολλόδωρος δὲ ἀρσενικῶς αὐτήν φησιν ἐν τῇ ηʹ τοῦ νεῶν καταλόγου “τὸν Ὤλενον καὶ τὴν Πυλήνην νῦν μὲν οὐκέτι εἶναι συμβέβηκε”. κέκληται δὲ ἀπὸ Ὠλένου τοῦ Διός, ὡς Ἴστρος ἐν Αἰγυπτίων ἀποικίαις “τῶν δὲ Δαναΐδων Ἀναξιθέας καὶ Διὸς Ὤλενον γενέσθαι τὸν ἄρξαντα τῶν Ὠλενίων”. ἔστιν οὖν καὶ ἄλλη Αἰτωλίας, ἧς Ὅμηρος μνημονεύει “οἳ Πλευρῶν´ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην”. τὸ θηλυκὸν Ὠλενία, Ἡσίοδος “ᾤκεε δ´ Ὠλενίην πέτρην ποταμοῖο [παρ´ ὄχθας.]” τὸ οὐδέτερον Ὠλένιον. τὸ τοπικὸν ἐπιρρηματικῶς Ὠλενίηθεν.
…φώνως. Μυρλεανός, Τεανός, ἀκεανός. τὸ δὲ Κάρβανος ἀπὸ γενικῆς εὐθεῖα παραγομένη βαρύνεται. * Τὰ εἰς 'ενος' μὴ ὄντα μετοχικὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἕλενος ὄνομα κύριον, ἔβενος εἶδος ξύλου, Ὤγενος ἀρχαῖος θεός, Ὤλενος πόλις Ἀχαΐας καὶ Αἰτωλίας θηλυκῶς λεγομένη. Αἰσχύλος Καρσίν «τὴν αἰπεινὴν ζαθέαν Ὤλενον». Σοφοκλῆς ἐν Ἱππόνῳ «ἐξ Ὠλένου γῆς φορβάδος κομίζομαι». Ἀπολλόδωρος δὲ ἀρσενικῶς αὐτήν φησιν ἐν τῇ ηʹ τοῦ νεῶν καταλόγου «τὸν Ὤλενον καὶ τὴν Πυλήνην νῦν μὲν οὐκέτι εἶναι συμβέβηκε». κέκληται δὲ ἀπὸ Ὠλένου τοῦ Διός, ὡς Ἴστρος ἐν Αἰγυπτίων ἀποικίαις «τῶν δὲ Δαναΐδων Ἀναξιθέας καὶ Διὸς Ὤλενον γενέσθαι τὸν ἄρξαντα τῶν Ὠλενίων». ἔστιν οὖν καὶ ἄλλη Αἰτωλίας, ἧς Ὅμηρος μνημονεύει «οἳ Πλευρῶν´ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην» (Il. Β 639). Τήμενος, ἀφ´ οὗ Τημένιον χωρίον Μεσσήνης. ἄφενος, Ἴσχενος, τέρενος, ὅπερ ἀπὸ τῆς τέρενος γενικῆς εὐθεῖα γίνεται. σεσημείωται τὸ παρθένος μόνον παροξυνόμενον. Τὰ διὰ τοῦ 'μενος' μετοχικὰ ὀξύνονται, εἰ μὴ πά…