Ὠρεός

Stephanos of Byzantium - Ethnika

Ὠρεός OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #14
Greek source: meineke
Meineke: 708.19 | Billerbeck: Ω14
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-13
Word count: 271
Source: ../graphic/page_142_001.png, ../graphic/page_148_001.png
Edit
Ὠρεός, πόλις Εὐβοίας. [ἡ δὲ Εὔβοια νῆσός ἐστι περιφανεστάτη τῆς Ἑλλάδος, ἡ λεγομένη Εὔριπος.] τούτου τὸ ἐθνικὸν διὰ τῆς « ει » διφθόγγου γράφεται Ὠρείτης, ὡς Ζελείτης Σαμαρείτης Μαρωνείτης. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϛʹ “Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείτας ἠλευθέρωσαν”. Ἀπολλόδωρος δὲ τετρασυλλάβως φησίν, οὐ διὰ τῆς « ει » διφθόγγου, ἀλλὰ διὰ τοῦ « ε » καὶ διὰ τοῦ « ι » Ὠρεΐτας “οὕτω [δὲ] τὴν τῶν Ὠρεϊτῶν νυκτὸς αἱροῦσιν πόλιν”. καὶ δοκεῖ ἀναλογώτερον εἶναι. τὰ γὰρ ἀπὸ τῶν εἰς « ος » διὰ τοῦ « ιτης » παραγόμενα μιᾷ συλλαβῇ πλεονάζει τῆς τοῦ πρωτοτύπου γενικῆς, Στάγειρος Σταγείρου Σταγειρίτης, Ἄβδηρος Ἀβδήρου Ἀβδηρίτης, Πεντάσχοινος Πεντασχοίνου Πεντασχοινίτης, Διόλκος Διόλκου Διολκίτης· οὕτως Ὠρεός Ὠρεοῦ Ὠρεΐτης, καὶ κατὰ σύνοδον τοῦ « ε » καὶ τοῦ « ι » Ὠρείτης. οὐχ ὅμοιον δὲ τούτῳ τὸ Ζελείτης καὶ Σαμαρείτης· ταῦτα γὰρ ἀπὸ τῶν εἰς « α » καθαρὸν ληγόντων παρῆκται.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.124
char LCS 26 (3.4%) · word LCS 5 (3.5%)
Stephanos
Ὠρεός, πόλις Εὐβοίας. [ἡ δὲ Εὔβοια νῆσός ἐστι περιφανεστάτη τῆς Ἑλλάδος, ἡ λεγομένη Εὔριπος.] τούτου τὸ ἐθνικὸν διὰ τῆς « ει » διφθόγγου γράφεται Ὠρείτης, ὡς Ζελείτης Σαμαρείτης Μαρωνείτης. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϛʹ “Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείτας ἠλε…
Herodian
γράφεσθαι. ὅσα γὰρ μὴ μονογενῆ πρὸ μιᾶς ἔχουσι τὸν τόνον καὶ ἐν τῇ τρίτῃ τὸ 'α' καὶ δύο σύμφωνα ἢ κατ´ ἐπιπλοκὴν ἢ κατὰ διάστασιν, διὰ τῆς 'ει' διφθόγγου γράφεται, ἀστεῖος, Καδμεῖος, ἀνδρεῖος, Ἀργεῖος, Βακχεῖος. πρόσκειται «μὴ μονογενῆ» διὰ τὸ Βάκχιος κύριον. τὸ δὲ ἀντίος σεσημείωται. ἐξηκολούθησε δὲ κατὰ τὴν γραφὴν τοῖς εἰς 'ιος' ἀπὸ ἐνεστώτων γινομένοις. Ἔτι καὶ τὰ εἰς 'ιος' ἀπ…
Herodian 1.535
char LCS 25 (3.2%) · word LCS 5 (3.5%)
Stephanos
Ὠρεός, πόλις Εὐβοίας. [ἡ δὲ Εὔβοια νῆσός ἐστι περιφανεστάτη τῆς Ἑλλάδος, ἡ λεγομένη Εὔριπος.] τούτου τὸ ἐθνικὸν διὰ τῆς « ει » διφθόγγου γράφεται Ὠρείτης, ὡς Ζελείτης Σαμαρείτης Μαρωνείτης. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϛʹ “Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείτας ἠλε…
Herodian
…ν». τουτέστιν ἐν ἀγορᾷ διατρίβει, πρὸς διαστολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖσθαι. * Πᾶν ῥῆμα εἰς 'ζω' λῆγον ἔχον πρὸ τέλους τὸ 'ι' συνεσταλμένον αὐτὸ ἔχει, οἰκίζω, κιθαρίζω, πολεμίζω, ἐλπίζω, σκελίζω. τὸ μέντοι δανείζω διὰ τῆς 'ει' διφθόγγου γράφεται, οὐ μέντοι διὰ ἐκτεταμένου τοῦ 'ι'. Τὰ διὰ τοῦ 'ανω' ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ 'α', λιμπάνω, ἁνδάνω, λαμβάνω, μανθάνω, λανθάνω, τὸ μέντοι ἱκάνω καὶ κιχάνω ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίστου ἐκτείνει τὸν δ…
Herodian 1.77
char LCS 25 (3.2%) · word LCS 5 (3.5%)
Stephanos
Ὠρεός, πόλις Εὐβοίας. [ἡ δὲ Εὔβοια νῆσός ἐστι περιφανεστάτη τῆς Ἑλλάδος, ἡ λεγομένη Εὔριπος.] τούτου τὸ ἐθνικὸν διὰ τῆς « ει » διφθόγγου γράφεται Ὠρείτης, ὡς Ζελείτης Σαμαρείτης Μαρωνείτης. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϛʹ “Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείτας ἠλε…
Herodian
…ίτης, Δικαιαρχείτης, Ζελείτης, Ὠρείτης, ἀλείτης, ᾧ ἀντιπαράκειται τὸ ἀλοίτης. τὸ τραπεζίτης ἐπὶ μὲν τοῦ ἐν τῇ ἀγορᾷ διαπονουμένου διὰ τοῦ 'ι' γράφεται, παρὰ γὰρ τὸ τράπεζα· ἐπὶ δὲ κυνός, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύς παρῆκται, διὰ τῆς 'ει' διφθόγγου γράφεται· τοῦτο δὲ παρ´ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆς 'ει' διφθόγγου εἰς 'η'. Καὶ ὅσα παρώνυμα τὸ 'υ' μακρὸν ἔχοντα βαρύνεται, πρεσβύτης, ἐλύτης, βασανύτης, ἁλκυονύτης, Ἀρχύτης, Πιδύτης, Αἰγύτης ἐθνικόν, ὡς Παυσανίας, Κωβρύτης, …
Herodian 1.259
char LCS 25 (3.2%) · word LCS 5 (3.5%)
Stephanos
Ὠρεός, πόλις Εὐβοίας. [ἡ δὲ Εὔβοια νῆσός ἐστι περιφανεστάτη τῆς Ἑλλάδος, ἡ λεγομένη Εὔριπος.] τούτου τὸ ἐθνικὸν διὰ τῆς « ει » διφθόγγου γράφεται Ὠρείτης, ὡς Ζελείτης Σαμαρείτης Μαρωνείτης. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϛʹ “Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείτας ἠλε…
Herodian
…οῦ. λέγεται καὶ πληθυντικῶς. Μακκάραι χώρα ὑπὲρ Φάρσαλον. Θεόπομπος πέμπτῳ Φιλιππικῶν. * Τὰ εἰς 'ερα' δισύλλαβα μακροκατάληκτα βαρύνεται, ἔρα, Δέρα ὄνομα τόπου Λακωνικῆς, Μέρα ὄνομα πόλεως, δέρα, τοῦτο δὲ παρὰ τῷ ποιητῇ διὰ τῆς 'ει' διφθόγγου γράφεται καὶ ὀξύνεται. τὸ δὲ Φεραί