Φάρος

Stephanos of Byzantium - Ethnika

Φάρος OCR ✓ Trans ✓ Confirmed ✓
island
Entry #35
Greek source: meineke
Meineke: 659.7 | Billerbeck: Φ35
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-15
Word count: 73
Source: ../graphic/page_020_001.png
Edit
Φάρος, νῆσος ἐν τῷ Ἀδρίᾳ, ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. τὸ ἐθνικὸν Φάριοι. ἔστι καὶ νῆσος ἡ πρὸς τῇ Ἀλεξανδρείᾳ, ἐφ´ ἧς ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ὁμωνύμως λεγόμενος. Φάρος γὰρ ὁ πρωρεὺς Μενελάου ἐν τῇ νήσῳ δηχθεὶς ὑπὸ ὄφεως ἐτάφη. Φάρος δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. τὸ ἐθνικὸν Φάριος καὶ Φαρία καὶ Φάριον. ἔστι καὶ πόλις Περραιβική. ἐθνικὸν τὸ αὐτό.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.189
char LCS 104 (29.5%) · word LCS 22 (29.7%)
Stephanos
Φάρος, νῆσος ἐν τῷ Ἀδρίᾳ, ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. τὸ ἐθνικὸν Φάριοι. ἔστι καὶ νῆσος ἡ πρὸς τῇ Ἀλεξανδρείᾳ, ἐφ´ ἧς ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ὁμωνύμως λεγόμενος. Φάρος γὰρ ὁ πρωρεὺς Μενελάου ἐν τῇ νήσῳ δηχθεὶς ὑπὸ ὄφεως ἐτάφη. Φάρος δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτ…
Herodian
…ῆς πρὸς τῇ Ἀλεξανδρείᾳ ἀπ´ αὐτοῦ ὄνομα λαβούσης, ὥς φησιν Ἑκαταῖος. δηχθεὶς γὰρ ὑπὸ ὄφεως ἐν τῇ νήσῳ ἐτάφη. καὶ ὁμωνύμως λέγεται ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ἐπ´ αὐτῆς. Φάρος δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. ἔστι καὶ νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. ἔστι καὶ Περραιβίας πόλις. σάρος καὶ Σάρος ποταμὸς Κιλικίας ὃς πρότερον Κοίρανος καλούμενος ἀπὸ τοῦ ἡγεμόνος Σάρου ἐκλήθη. Πάρος νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχος καλεῖ ἐν τοῖς ἐπῳδοῖς. τὸ ὄνομα μὲν