Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φιλωτέρα, πόλις περὶ τὴν Τρωγλοδυτικήν, Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ. ἔστι καὶ κοίλης Συρίας Φιλωτέρα, ὡς Χάραξ ἐν ὀγδόῳ χρονικῶν. τὸ ἐθνικὸν ταύτης Φιλωτέριος, διὰ τό τινας καὶ Φιλωτερίαν αὐτὴν εἰρηκέναι. τῆς δ´ Αἰγυπτίας Φιλωτερίτης, διὰ τὸ σύνηθες τοῦ ἐπιχωρίου τύπου.
…ἐπιθετικὰ εἴη, ἡμέρα, ἀσκέρα εἶδος ὑποδήματος, διφθέρα, λακέρα, χολέρα, ἑσπέρα, ὑπέρα, ἀλέρα, Τερμέρα Ὠγύγου μήτηρ, κυσέρα, Θεσκέρα ἡ τιθηνὸς Διονύσου. Ἱμέρα πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ Λιβύης, μεθ´ ὧν καὶ Φιλωτέρα πόλις περὶ τὴν Τρωγλοδυτικήν, Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ. ἔστι καὶ κοίλης Συρίας Φιλωτέρα, ὡς Χάραξ ἐν ὀγδόῳ χρονικῶν. τινὲς δὲ καὶ Φιλωτερίαν αὐτὴν εἰρήκασιν. τὸ δὲ Γλυκερά ὀξύνεται, εἴτε κύριον εἴτε ἐπιθετικὸν εἴη ὡς καὶ Ἱερά· οὕτως γὰρ ἐκλήθη ἡ Τάρσος πόλις. καὶ τὸ περιστερὰ τετρασύλλαβον καὶ τὸ Ἐλευθεραί πληθυντικῶς λεγόμενον. ἔστι δὲ…