Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φοιτίαι, πόλις Ἀκαρνανίας, ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον καὶ τὸ ἐθνικὸν Φοιτιεύς καὶ Φοίτιοι, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς.
…α πόλις Κελτογαλατῶν κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. Φαβεντία πόλις Ἰταλίας. Φημίαι πόλις τῆς Ἀρναίας ἀπὸ Φημίου τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Φοιβία πόλισμα Σικυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυσκία πόλις Λυκίας ἐφ´ ὑψηλοῦ ὄρους κειμένη. Χαλδία χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων «τὴν.... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία». καὶ Ἑκαταῖος «Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν…
Φοιτίαι, πόλις Ἀκαρνανίας, ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον καὶ τὸ ἐθνικὸν Φοιτιεύς καὶ Φοίτιοι, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς.
Βοιώτιος, Στράτιος, Μυτιστράτιος, Μαδύτιος, Σαββάτιος, Συβότιος, Φοίτιος υἱὸς Ἀλκμέωνος τοῦ Ἀμφιαράου καὶ τὸ ἐθνικόν, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωϊκοῖς. Ἐλεύτιος ἔθνος τῆς Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. Πευκέτιος ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. Ἡρόδωρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ. Αἰπύτιος «Αἰπύτιον παρὰ τύμβον» (Il. Β 604). Ἀκύτιος, Βρέττιος, Βρούττιος. τὸ δὲ πλησίος καὶ…