Stephanos of Byzantium - Ethnika
Dardanos: a city in the Troad, the one formerly called Teukris. Mnaseas says: ‘Dardanos, from Si... having taken up the Palladion from the temple of Athena, came to Dardania, Samothrake, Samothrrace, Samotrace">Samothrace with Harmonia and Iasion, [one] of the brothers; and while he was living there Kadmos son of Agenor made him his friend. When Telephae died, Kadmos married Harmonia and sent Dardanos to Asia with his companions, to Teukros the Trojan. Teukros, recognising Dardanos, gave him his daughter Bateia and, when he died, the kingship. And he founded a city, Dardanos, and named the territory Dardania, which was formerly called Teukris.’ This city is also Dardania. There are also ‘Dardanike’, ‘Dardanioi’, ‘Dardanidai’, and [‘Dardanoi’].
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δάρδανος, πόλις Τρωάδος, ἡ πρότερον Τευκρίς· Μνασέας δέ φησιν ὅτι “Δάρδανος ἐκ σι.... ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τὸ παλλάδιον ἀράμενος ἀφίκετο εἰς Σαμοθρᾴκην μετὰ Ἁρμονίας καὶ Ἰασίωνος [ἑνὸς] τῶν ἀδελφῶν, κἀκεῖ διάγοντα Κάδμος ὁ Ἀγήνορος ἐφιλοποιήσατο, καὶ ἀποθανούσης Τηλεφάης γαμεῖ τὴν Ἁρμονίαν ὁ Κάδμος καὶ ἀποστέλλει τὸν Δάρδανον εἰς τὴν Ἀσίαν μετὰ τῶν ἑταίρων πρὸς Τεῦκρον τὸν Τρῶα· ὁ δὲ Τεῦκρος ἀναγνωρίσας τὸν Δάρδανον δίδωσιν αὐτῷ τὴν θυγατέρα Βάτειαν καὶ ἀποθνήσκων τὴν βασιλείαν. καὶ πόλιν ᾤκισε Δάρδανον καὶ Δαρδανίαν τὴν χώραν ὠνόμασεν, ἣ Τευκρίς πρότερον ἐκαλεῖτο”. αὕτη καὶ Δαρδανία. καὶ Δαρδανική καὶ Δαρδάνιοι καὶ Δαρδανίδαι καὶ [Δάρδανοι].
…ς Δημήτριός φησι κατὰ Τιμοσθένην, Ῥοδανός ποταμός, Ἠριδανός ποταμός, Ἐδδανός, ἀφ´ οὗ Ἔδδανα πόλις πρὸς τῷ Εὐφράτῃ. ἐφυλάξατο δὲ ὁ κανὼν «τὸ 'ρ' πρὸ τοῦ 'δ' ὑπάρχον» διὰ τὸ Δάρδανος πόλις Τρωάδος. Μνασέας «Δάρδανος ἐξιὼν ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τὸ παλλάδιον ἀράμενος ἀφίκετο εἰς Σαμοθρᾴκην μετὰ Ἁρμονίας καὶ Ἰασίωνος ἑνὸς τῶν ἀδελφῶν, κἀκεῖ διάγοντα Κάδμος ὁ Ἀγήνορος ἐφιλοποιήσατο, καὶ ἀποθανούσης Τηλεφάης γαμεῖ τὴν Ἁρμονίαν ὁ Κάδμος καὶ ἀποστέλλει τὸν Δάρδανον εἰς τὴν Ἀσίαν μετὰ τῶν ἑταίρων πρὸς Τεῦκρον τὸν Τρῶα· ὁ δὲ Τεῦκρος ἀναγνωρίσας τὸν Δάρδανον δίδωσιν αὐτῷ τὴν θυγατέρα Βάτειαν καὶ ἀποθνήσκων τὴν βασιλείαν. καὶ πόλιν ᾤκισε Δάρδανον καὶ Δαρδανίαν τὴν χώραν ὠνόμασεν, ἣ Τευκρὶς πρότερον ἐκαλεῖτο». Ἰάρδανος ποταμὸς Λυδίας. Ὅμηρος «Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Il. Η 135), ἃ προπαροξύνονται. «τὸ δὲ 'ε' πρὸ τοῦ 'α'» διὰ τὸ ὠκεανός ὁ ποταμὸς ὁ περιέχων τὴν γῆν. Φαβωρῖνος ἐν ταῖς παντοδαπαῖς ἱστορίαις «προσαγορεύουσι δὲ τὴ…