Δασκύλιον

Stephanos of Byzantium - Ethnika

Δασκύλιον OCR ✓ Trans ✓ Confirmed ✓
city
Δασκύλιον, πόλις Καρίας ἐπὶ τοῖς ὅροις τῆς Ἐφεσίας, ἀπὸ Δασκύλου τοῦ υἱοῦ Περιαύδου. ἔστι καὶ ἑτέρα πόλις μετὰ τὰ Τρωικὰ κτισθεῖσα. τρίτη τῆς Ἰωνίας, τὸ μέγα λεγόμενον, ὡς μεῖζον τῶν ἄλλων. τετάρτη περὶ Βιθυνίαν. πέμπτη τῆς Αἰολίδος καὶ Φρυγίας. τὸ ἐθνικὸν Δασκυλίτης, ὡς Κύπρος Κυπρίτης. ἔστι καὶ Δασκυλῖτις λίμνη ἢ Δασκυλία, ὥστε καὶ Δασκύλιος ὁ πολίτης. Εὐδαίμων δὲ καὶ Ἀρκάδιος διὰ τῆς « ει » διφθόγγου γράφουσι τὴν « λι » συλλαβήν. λέγεται καὶ Δασκυλίς θηλυκόν.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.362
char LCS 198 (53.2%) · word LCS 39 (54.2%)
Stephanos
Δασκύλιον, πόλις Καρίας ἐπὶ τοῖς ὅροις τῆς Ἐφεσίας, ἀπὸ Δασκύλου τοῦ υἱοῦ Περιαύδου. ἔστι καὶ ἑτέρα πόλις μετὰ τὰ Τρωικὰ κτισθεῖσα. τρίτη τῆς Ἰωνίας, τὸ μέγα λεγόμενον, ὡς μεῖζον τῶν ἄλλων. τετάρτη περὶ Βιθυνίαν. πέμπτη τῆς Αἰολίδος καὶ Φρυγίας. τὸ ἐθνικὸν Δασκυλίτης, ὡς Κύπρος Κυπρίτης. ἔστι καὶ Δασκυλῖτις λίμνη ἢ Δασκυλία, ὥστε καὶ Δασκύλιος ὁ πολίτης. Εὐδαίμων δὲ καὶ Ἀρκάδιος διὰ τῆς « ει » διφθόγγου γράφουσι τὴν « λι » συλλαβήν. λέγεται καὶ Δασκυλίς θηλυκό…
Herodian
…βιος τετάρτῃ. Ἀμφιμάλιον πόλις Κρήτης ἀπὸ Ἀμφιμάλου. λέγεται καὶ Ἀμφίμαλα. Σανδάλιον Πισιδίας χωρίον. Ταυροπόλιον ἐν Ἰκαρίᾳ νήσῳ παρακειμένῃ τῇ Σάμῳ Ἀρτέμιδος ἱερόν. Στράβων ιδʹ. Διοβούλιον πολίχνιον πλησίον τοῦ Πόντου. Δασκύλιον πόλις Καρίας ἐπὶ τοῖς ὅροις τῆς Ἐφεσίας ἀπὸ Δασκύλου τοῦ υἱοῦ Περιαύδου. ἔστι καὶ ἑτέρα πόλις μετὰ τὰ Τρωϊκὰ κτισθεῖσα. τρίτη τῆς Ἰωνίας τὸ μέγα λεγόμενον ὡς μεῖζον τῶν ἄλλων. τετάρτη περὶ Βιθυνίαν. πέμπτη τῆς Αἰολίδος καὶ Φρυγίας. * Ὡσαύτως καὶ τὰ εἰς 'υλλιον' ὑποκοριστικά, παιδαρύλλιον, κρεύλλιον, μειρακύλλιον. * Τὰ διὰ τοῦ 'μιον' προπαροξύνεται, Μενεδήμιον πόλις Λυκίας. Ἀφόρμιον τόπος Θεσπιέων. Ἀφροδίσιος ἤτοι Εὐφήμιος ἐν τῷ περὶ τῆς πατρίδος.…