Δαφνοῦς, Φωκικὴ πόλις, ἀρσενικῶς λεγομένη. ὁ πολίτης Δαφνούντιος ἢ Δαφνούσιος, καὶ θηλυκῶς Δαφνουσίς. Δάφνουσαν δὲ αὐτήν φησιν Εὐφορίων. τὸ ἐθνικὸν Δαφνουσαῖος ἢ Δαφνούσιος. ἔστι δὲ καὶ Δαφνουσὶς λίμνη πλησίον τοῦ Ὀλύμπου τοῦ Βιθυνοῦ. ἔστι καὶ δῆμος πλησίον τῆς Κῶ ὁ ὁ Δαφνοῦς, λεγόμενος, καὶ ὁ δημότης Δαφνούσιος. ἔστι καὶ Δαφνούσιον, πρὸς τῷ Ῥηγίῳ πλησίον τῆς Θρᾳκῶν γῆς. ἔστι καὶ Αἰγύπτου κώμη.
Translation pending