Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δεκίητον, πόλις Ἰταλίας. τὸ ἐθνικὸν Δεκιῆται, ὡς Ἀρτεμίδωρος ἐν αʹ γεωγραφουμένων.
…νήτης, νικήτης, κωμήτης, λιπερνήτης ὁ πρότερον πλούσιος, ὕστερον δὲ πένης παρὰ τὸ λείπεσθαι ἐρνέων ἤγουν φυτῶν. Δανθαλήτης ἔθνος Θρᾳκικόν. Θεόπομπος μή. Δασσαρήτης ἔθνος Ἰλλυρίας. Πολύβιος ὀγδόῳ. Δεκιήτης ἔθνος Ἰταλίας, ὡς Ἀρτεμίδωρος ἐν αʹ γεωγραφουμένων. Γαζήτης ἔθνος Γαλατῶν χρυσοφοροῦν. Σιδήτης, πολιήτης κατὰ πλεονασμὸν τοῦ 'η' ὥσπερ μυθιήτης καὶ Κεραμιήτης καὶ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. Αἰγινήτης κατὰ τροπὴν ἀπὸ τοῦ Αἰγινάτης· ἔστι καὶ Αἰγινήτης πολίχνιον καὶ ποταμ…