Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…τοῦ Παρνασσοῦ πρὸς τῇ Φωκίδι, ἔνθα τὸ ἄδυτον ἐκ Πεντελησίων κατεσκεύασται λίθων, ἔργον Ἀγαμήδους καὶ Τροφωνίου. ἔστι καὶ Δελφοῦσσα τοῦ τόπου κρήνη. τὸ ἐθνικὸν ὁμωνύμως τῇ πόλει. τὸ θηλυκὸν Δελφίς. καὶ κτητικὸν Δελφικός. ἐκλήθησαν δὲ Δελφοί ὅτι Ἀπόλλων συνέπλευσε δελφῖνι εἰκασθείς· καὶ ἵδρυται Ἀπόλλωνι ἱερόν. ἔστι καὶ Δελφουσία πόλις Ἀρκαδίας, ὡς Ἀνδροτίων ἐν βʹ Ἀτθίδος. τὸ ἐθνικὸν Δελφουσιάτης τῷ τύπῳ τῆς χώρας.
…ε δύω καὶ εἴκοσι νῆας» (Il. Β 748)— βραχὺ ἔχον τὸ 'υ' παροξύνεται. τὸ δὲ ἀλφός τὸ σωματικὸν πάθος καὶ πολφός ὄψον τι ἔχουσι τὸ 'λ' ὡς καὶ τὸ Δελφοί πόλις ἐπὶ τοῦ Παρνασσοῦ πρὸς τῇ Φωκίδι καὶ τὸ ἐθνικὸν ὁμοφώνως τῇ πόλει—ἐκλήθησαν δὲ Δελφοί, ὅτι Ἀπόλλων συνέπλευσε δελφῖνι εἰκασθείς. τὰ δὲ ἐπίθετα ὀξύνεται, σοφός, κυφός, κωφός, οἷς ἠκολούθησε καὶ τὸ τροφός. τὸ δὲ κοῦφος προπερισπᾶται. Τὰ εἰς 'φος' ὑπερδισύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαροξύνεται, κρόταφος, ἔλαφος, σκίραφος, ὃ σημαίνει τὸν ἀκ…