Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δεξαμεναί, μέρος τῆς Ἀμβρακίας, ἀπὸ Δεξαμενοῦ τοῦ Μεσόλου παιδὸς καὶ Ἀμβρακίας τῆς θυγατρὸς Φόρβαντος τοῦ Ἡλίου. τὸ ἐθνικὸν Δεξαμεναῖος, ὡς Ἀριστοτέλης φησὶν ἐν τῇ Ἀμβρακιωτῶν πολιτείᾳ.
…ένιον, καὶ πόλις ἐν Ἰθάκῃ τῇ νήσῳ καὶ Ἰλλυρίας καὶ Ἰδομεναί πόλις Μακεδονίας καὶ Εὐρυμεναί πόλις Θεσσαλίας. Ἑκαταῖος Εὐρώπῃ καὶ Μισγομεναί πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. καὶ Ὀργομεναί πόλις Ἰλλυρίας καὶ Δεξαμεναί μέρος τῆς Ἀμβρακίας ἀπὸ Δεξαμενοῦ τοῦ Μεσόλου παιδὸς καὶ Ἀμβρακίας τῆς θυγατρὸς Φόρβαντος τοῦ Ἡλίου καὶ τὸ Εἰδομενή πόλις Μακεδονίας. Θουκυδίδης βʹ (c. 100). καὶ τὸ δεξαμενή, εἰαμενή ὁ κάθυγρος τόπος τοπικὴν ἔννοιαν ἔχοντα. Τὰ διὰ τοῦ 'ηνη' μονογενῆ δισύλλαβα βαρύνεται, εἰ μὴ περιεκτικὰ εἴη, Ῥήνη νῆσος μικρὰ πλησίον Δ…