Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δέρβη, φρούριον Ἰσαυρίας καὶ λιμήν. ὁ κατοικῶν Δερβήτης ὡς Σιδήτης Πυλήτης. λέγεται δ´ ἴσως καὶ Δέρβεια καὶ τὸ ἐθνικὸν Δερβείτης. Καπίτων δὲ Δέρμην φησί. τινὲς δὲ Δέλβειαν ὅ ἐστι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. καὶ Ἀρκεύθη ἡ πόλις.
…κῶς. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θρᾴκης. Ὕσβη πόλις Λυδίας. τὸ δὲ φορβή ἐστι ῥηματικὸν προσηγορικὸν καὶ ἔχει τὸ 'ο'. τὰ γὰρ εἰς 'η' λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνεται, τῷ 'ο' παραληγόμε…