Δῆλος

Stephanos of Byzantium - Ethnika

Δῆλος OCR ✓ Trans ✓ Confirmed ✓
island
Δῆλος, νῆσος μία τῶν Κυκλάδων. “Δῆλον ἐκυκλώσαντο καὶ οὔνομα Κυκλάδες εἰσίν”. ἢ παρὰ τὰς γονὰς [ἢ μαντείας]. ἱερὸν γὰρ Δῆλος τοῦ Ἀπόλλωνος, τοῦ θεοῦ πρῶτον ἐν αὐτῇ γενομένου. ἢ διὰ τὰς μαντείας· δηλοῦσα γὰρ ἦν τὰ δυσεύρετα. ἐκαλεῖτο δὲ Κύνθος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ, καὶ Ἀπόλλων Κύνθιος. καὶ Ἀστερία καὶ Πελασγία καὶ Χλαμυδία τινὲς δὲ ὅτι Ζάκυνθος ἐκαλεῖτο, κακῶς εἰδότες. κεκλῆσθαι δὲ αὐτὴν καὶ Σκυθίδα Νικάνωρ φησίν. ἐξ αὐτοῦ Δήλιος καὶ Δηλία καὶ Δηλιάς. καὶ Δηλίτης ὁ εἰς Δῆλον ἐρχόμενος χορός, Καλλίμαχος τρίτῳ. καὶ Δηλιακός τὸ κτητικόν.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.155
char LCS 80 (18.4%) · word LCS 17 (19.5%)
Stephanos
Δῆλος, νῆσος μία τῶν Κυκλάδων. “Δῆλον ἐκυκλώσαντο καὶ οὔνομα Κυκλάδες εἰσίν”. ἢ παρὰ τὰς γονὰς [ἢ μαντείας]. ἱερὸν γὰρ Δῆλος τοῦ Ἀπόλλωνος, τοῦ θεοῦ πρῶτον ἐν αὐτῇ γενομένου. ἢ διὰ τὰς μαντείας· δηλοῦσα γὰρ ἦν τὰ δυσεύρετα. ἐκαλεῖτο δὲ Κύνθος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ, καὶ Ἀπόλλων Κύνθιος. καὶ Ἀστερία καὶ Πελασγία καὶ Χλαμυδία τινὲς δὲ ὅτι Ζάκυνθος ἐκαλεῖτο, κακῶς εἰδότες. κεκλῆσθαι δὲ αὐτὴν καὶ Σκυθίδα Νικάνωρ φησίν. ἐξ αὐτο…
Herodian
…ι παρὰ τὸν οὐδὸν τοῦ Ὠκεανοῦ. Μῆλος δὲ καὶ Μηλαρία δύο πόλεις ἐπὶ τοῖς πέρασι, τὴν αὐτὴν ἔμφασιν ἔχουσιν ἀπὸ τῆς κλήσεως τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. Δῆλος μία τῶν Κυκλάδων. ἢ παρὰ τὰς γονάς· ἱερὸν γὰρ Δῆλος τοῦ Ἀπόλλωνος τοῦ θεοῦ πρῶτον ἐν αὐτῇ γενομένου. ἢ διὰ τὰς μαντείας· δηλοῦσα γὰρ τὰ δυσεύρετα. Σφῆλος ὄνομα κύριον. Τῆλος νῆσος τῶν Κυκλάδων ὁμοφώνως τῷ οἰκιστῇ. Ζῆλος πόλις τῶν ἑσπερίων Αἰθιόπων. Ἦλος κύριον. Ἔτι τὰ εἰς 'λος' δισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ τῷ 'η' παραληγόμενα, εἰ ἔχοι ἄφωνον πρὸ…