Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δημήτριον, τόπος περὶ Θεσσαλίαν περὶ τὸ Κροκωτὸν πεδίον κείμενος παρὰ τὸν Ἄμφρυσον. ἔστι καὶ πόλις Αἰολίδος. ὁ πολίτης Δημητριεύς ὡς Δουλιχιεύς.
…ἀνδράγρια, ζωάγρια, μοιχάγρια. τρωγλύδριον, Πριαμιλλύδριον, νεανισκύδριον. Μεθύδριον πόλις Ἀρκαδίας. καὶ ἑτέρα πόλις Θεσσαλίας, ὡς Φίλων. Τελέθριον ὄρος τῆς ἐν Εὐβοίᾳ Ἐλλοπίας. Στράβων δεκάτῃ. Παντομάτριον πόλις Κρήτης. Δημήτριον τόπος περὶ Θεσσαλίαν περὶ τὸ Κροκωτὸν πεδίον κείμενος παρὰ τὸν Ἄμφρυσον. ἔστι καὶ πόλις Αἰολίδος. * Τὰ διὰ τοῦ 'σιον' ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Βουπράσιον πόλις καὶ ποταμὸς καὶ χώρα τῆς Ἤλιδος «οἳ δ´ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον» (Β 615). γυμνάσιον, ἱππάσιον, κοράσιον. Ὀρεσθάσιον πόλις Ἀρκαδικὴ…