Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…το δήμῳ”. καὶ τὸ ὅλον ἔθνος. καὶ τόπον ἐν Ἰθάκῃ ὃς καὶ Κροκύλειον καὶ τὸ πᾶν [πλῆθος], ὡς ἐν Σφηξί “τὸν δῆμον ἡμῶν βούλεται διιστάνειν”. ὁ οἰκήτωρ δημότης, ἀφ´ οὗ δημόσιος, καὶ δημοτεύομαι ἀντὶ τοῦ οἰκῶ. καὶ δήμιος, καὶ δημότερος συγκριτικόν, οὐκ ἀποκοπῇ, ἀλλ´ ἐκ τοῦ ἐπιθετικοῦ τοῦ “δῆμον ἐόντα παρὲξ ἀγορευέμεν”. καὶ δημοτικός καὶ δημοτικώτερος, καὶ δημαγωγός ὁ προεστηκὼς δήμου, καὶ δημοποίητος ὁ εἰσπεποιημένος δημότης ἐξ ἑτέρου τινὸς εὐεργεσίας. καὶ σύνθετα, δημήλατος Αἰσχύλος Ἱκετίσιν “ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ” ὁ ἀπὸ τ…
572). δημότερος συγκριτικὸν οὐκ ἀποκοπῇ, ἀλλ´ ἐκ τοῦ ἐπιθετικοῦ τοῦ «δῆμον ἐόντα παρὲξ ἀγορευέμεν» (Il. Μ 213), βασιλεύτερος. τούτοις ἠκολούθησε καὶ τὸ κασσίτερος, εἰ καὶ προσηγορικόν. τὸ δὲ περιστερός ὀξύνεται. τὸ μέντοι ἀριστερός ὀξύνεται ὡς διὰ τοῦ 'ερος' καὶ δεξιτερός. τὸ δὲ ἀμφότερος ἐπιθετικόν, τὸ δὲ Ἀμφοτερός…
…, καὶ δημαγωγός ὁ προεστηκὼς δήμου, καὶ δημοποίητος ὁ εἰσπεποιημένος δημότης ἐξ ἑτέρου τινὸς εὐεργεσίας. καὶ σύνθετα, δημήλατος Αἰσχύλος Ἱκετίσιν “ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ” ὁ ἀπὸ τοῦ δήμου ἐλαθείς. καὶ δημιόπρατον Ἀριστοφάνης Ἱππεῦσιν “ἐπίπαστα λείξας δημιόπραθ´ ὁ βάσκανος”.
…ος. Τὰ ἀπὸ ὀξυτόνων προπαροξύνονται, δμητός ἄδμητος, κτητός δορίκτητος, κακός ἄκακος, σοφός ἄσοφος, ποιητός δημοποίητος, ἐλατός δημήλατος. Αἰσχύλος Ἱκετίσιν (v. 614) «ἄτιμον εἶναι ξὺν φήμῃ δημηλάτῳ». πρατός δημιόπρατος. Ἀριστοφάνης Ἱππεῦσιν (v. 103) «ἐπίπαστα λείξας δημιόπραθ´ ὁ βάσκανος». βοτός ἱππόβοτος, φατός Ἀρηΐφατος «αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσι» (Τ 31), βατός ἄμβατος. «ἔνθα μάλιστα ἄμβατός ἐστι πόλις» (Ζ 434). χωρὶς τῶν ἐπὶ ἐθνικῶν λαμβανομένων, Ἀχαιός φιλαχαιός, Βοιωτός φιλοβοιωτός καὶ χω…
Δῆμος, παρ´ Ἀθηναίοις ἡ κώμη καὶ ἡ τοῦ πλήθους συλλογή. καὶ τὸν ἕνα δημότην “οὐ μὲν ἔοικε δῆμον ἐόντα”. καὶ τὸν τόπον “δήμῳ ἐνὶ Τρώων”. καὶ τὸ κατὰ πόλιν πλῆθος ἐν τοῖς ἀρίστοις “εὐνήν τ´ αἰδομένη πόσιος δήμοιό τε φήμην”. καὶ τὸ Ἑλλήνων πλῆθος ἔξω τῆς ἰδίας χώρας .... “θεὸς δ´ ὣς τίετο δήμῳ”. καὶ τὸ ὅλον ἔθνος. καὶ τόπον ἐν Ἰθάκῃ ὃς καὶ Κροκύλειον καὶ τὸ πᾶν [πλῆθος], ὡς ἐν Σφηξί “τὸν δῆμον ἡμῶν βούλεται διιστάνειν”. ὁ οἰκήτωρ δημότη…
… κημοὺς εἴρηκε διὰ τούτων «καὶ τοῦσδε κημοὺς στόματος». κνημός ὁ τραχὺς τόπος τῶν ὀρέων, δημός τὸ λίπος, δῆμος δὲ ὁ ὄχλος, ὡς ἐν Σφηξὶν (v. 41) «τὸν δῆμον ἡμῶν βούλεται διϊστάνειν». «θεὸς δ´ ὣς τίετο δήμῳ» (Il. Ν 218). «εὐνήν τ´ αἰδομένη πόσιος δήμοιό τε φῆμιν» (Od. π 75) καὶ ὁ εἷς δημότης «οὐ μὲν ἔοικε δῆμον ἐόντα» (Il. Μ 212) καὶ ὁ τόπος «δήμῳ ἐνὶ Τρώων» (Od. ν 266) καὶ τόπος ἐν Ἰθάκῃ, ὃς καὶ Κροκύλειον, καὶ παρ´ Ἀθηναίοις ἡ κώμη. καὶ ὁ Ἀσκαλωνίτης λέγει τὸ μὲν ἐπὶ τοῦ πλ…