Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φύταιον, πόλις Αἰτωλίας. Πολύβιος ἑνδεκάτῳ. τὸ ἐθνικὸν Φυταῖος.
… Ἕρμαιον, Φοίβαιον, Κύταιον πόλις Κρήτης, γύναιον, Λύκαιον τὸ ὄρος, κώπαιον, δέραιον, νύμφαιον καὶ Νύμφαιον πόλις Ταυρικὴ μεταξὺ Παντικαπαίου μητροπόλεως καὶ Θεοδοσίας, ὥς φησι Στράβων, τὸ δὲ νυμφαῖον κτητικόν. Λέχαιον, Φύταιον πόλις Αἰτωλίας. Πολύβιος ἑνδεκάτῳ. Χάλαιον πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Λοκροί· ἐν δὲ Χάλαιον πόλις, ἐν δὲ Οἰάνθη πόλις». σπήλαιον τὸ ἄντρον. Τύπαιον ὄρος Ἤλιδος. Παυσανίας Ἠλιακῶν αʹ (c. 6, 7). Σάρδαιον ὄρος περὶ Ἀσωπόν. Μάρκαιον ὄρος τῆς Τρῳ…