Δῖα

Stephanos of Byzantium - Ethnika

Δῖα OCR ✓ Trans ✓ Confirmed ✓
city
Δῖα, πόλις Θεσσαλίας, Αἰακοῦ κτίσμα. βʹ Θρᾴκης κατὰ τὸν Ἄθω. γʹ Εὐβοίας. δʹ νῆσος καὶ πόλις Πελοποννήσου περὶ τὸ Σκύλλαιον. εʹ Λυσιτανίας περὶ τὸν ὠκεανόν. ϛʹ Ἰταλίας πρὸς ταῖς Ἄλπεσιν. ζʹ Σκυθίας παρὰ τῷ Φάσιδι. ηʹ Καρίας. θʹ Βιθυνίας πρὸς τῷ Πόντῳ. εἰσὶ καὶ δʹ νῆσοι Δῖαι λεγόμεναι. αʹ ἡ Νάξος. βʹ ἡ πρὸς Μήλῳ. γʹ ἡ πρὸς Ἀμοργῷ. δʹ κατὰ Κνωσσὸν Κρήτης. τὸ ἐθνικὸν Διεύς, καὶ τὸ θηλυκὸν Διάς, ὅθεν καὶ Διάδες Ἀθῆναι.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.286
char LCS 256 (82.1%) · word LCS 61 (82.4%)
Stephanos
Δῖα, πόλις Θεσσαλίας, Αἰακοῦ κτίσμα. βʹ Θρᾴκης κατὰ τὸν Ἄθω. γʹ Εὐβοίας. δʹ νῆσος καὶ πόλις Πελοποννήσου περὶ τὸ Σκύλλαιον. εʹ Λυσιτανίας περὶ τὸν ὠκεανόν. ϛʹ Ἰταλίας πρὸς ταῖς Ἄλπεσιν. ζʹ Σκυθίας παρὰ τῷ Φάσιδι. ηʹ Καρίας. θʹ Βιθυνίας πρὸς τῷ Πόντῳ. εἰσὶ καὶ δʹ νῆσοι Δῖαι λεγόμεναι. αʹ ἡ Νάξος. βʹ ἡ πρὸς Μήλῳ. γʹ ἡ πρὸς Ἀμοργῷ. δʹ κατὰ Κνωσσὸν Κρήτης. τὸ ἐθνικὸν Διεύς, καὶ τὸ θηλυκὸν Διάς, ὅθεν καὶ Διάδες Ἀθῆναι.
Herodian
Θεσσαλίας, Αἰακοῦ κτίσμα· βʹ Θρᾴκης κατὰ τὸν Ἄθω. γʹ Εὐβοίας. δʹ νῆσος καὶ πόλις Πελοποννήσου περὶ τὸ Σκύλλαιον. εʹ Λυσιτανίας περὶ τὸν Ὠκεανόν. ϛʹ Ἰταλίας πρὸς ταῖς Ἄλπεσιν. ζʹ Σκυθίας παρὰ τῷ Φάσιδι. ηʹ Καρίας. θʹ Βιθυνίας πρὸς τῷ Πόντῳ· εἰσὶ καὶ δʹ νῆσοι Δῖαι λεγόμεναι. αʹ ἡ Νάξος. βʹ ἡ πρὸς Μήλῳ. γʹ ἡ πρὸς Ἀμοργῷ. δʹ κατὰ Κνωσσὸν Κρήτης. Τὰ διὰ τοῦ 'ια' ἐπὶ χωρῶν καὶ πόλεων κείμενα παροξύνεται, Λυκία, Ἀσία, Κιλικία, Παφλαγονία, Ἰτουρία, Ἰταλία ἡ χώρα ἀπὸ Ἰταλοῦ, Σικελία ἡ νῆσος Σικανία πρότερον ὠνομάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς φησιν Ἑλλάνικος Ἱερειῶν τῆ…