Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δίδυμα, οὐδετέρως, τόπος καὶ μαντεῖον Μιλήτου ἀφιερωμένον Διὶ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης [ποταμοί.] εἰσὶ καὶ τῆς Θετταλίας. εἰσὶ καὶ δύο νησίδια πρὸς τῇ Σύρῳ. τὸ ἐθνικὸν Διδυμεύς καὶ Διδυμαῖος κτητικόν. εἰσὶ καὶ ὄρη Λαοδικείας ἐγγύς.
…ανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. Λώρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. Ἱεροσόλυμα ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο ἀπὸ τῶν Σολύμων ὀρῶν. Δίδυμα τόπος καὶ μαντεῖον Μιλήτου ἀφιερώμενον Διῒ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης ποταμοί. εἰσὶ καὶ τῆς Θετταλίας. εἰσὶ καὶ δύο νησίδια πρὸς τῇ Σύρῳ, ὡς Ἀρτεμίδωρος. εἰσὶ καὶ ὄρη Λαοδικείας ἐγγύς. Δίνδυμα ὄρη τῆς Τρῳάδος, ἀφ´ ὧν Δινδυμήνη ἡ Ῥέα. Ἴδυμα πόλις Καρίας. λέγεται καὶ Ἰδύμη. Βούνειμα πόλις Ἠπείρου, κτίσμα Ὀδυσσέως, ἣν ἔκτισε πλησίον Τραμπύας, λαβὼν χρησμὸν …