Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δίκαια, πόλις Θρᾴκης, ἀπὸ Δικαίου τοῦ Ποσειδῶνος υἱοῦ. τὸ ἐθνικὸν Δικαιοπολίτης. εἰ δὲ τῷ τύπῳ θέλοις, Δικαῖος καὶ Δικαία καὶ Δικαιεύς. ἔστι καὶ ἑτέρα ἐν τῷ Τυρρηνικῷ κόλπῳ Ἰώνων ἄποικος. ἡ αὐτὴ δ´ ἐκλήθη Δικαιάρχεια καὶ Ποτίολοι.
… Ἰνδοῖς. πέμπτη ἐν Κύρνῳ τῇ νήσῳ. ἕκτη ἐν Λεύκτροις τῆς Βοιωτίας. ἑβδόμη Κελτικῆς, Μασσαλιωτῶν ἄποικος. ὀγδόη Θρᾴκης. εἰσὶ δὲ καὶ ἄλλαι. Δίπαια πόλις Ἀρκαδίας ἡ καὶ Διπαιεύς. Δίκαια πόλις Θρᾴκης ἀπὸ Δικαίου τοῦ Ποσειδῶνος· ἔστι καὶ ἑτέρα ἐν τῷ Τυρρηνικῷ κόλπῳ Ἰώνων ἄποικος. Λίλαια πόλις Φωκίδος. Λυκόφρων (v. 1073) «πάτραν Λίλαιαν κἀνεμωρείας πέδον». Κάρθαια μία τῆς ἐν Κέῳ τετραπόλεως ἀπὸ Καρθαίου τελευτήσαντος ἐκεῖ. Ἱστίαια πόλις Εὐβοίας. Ὅμηρος «πολυστάφυλον θ´ Ἱστίαιαν» (Β 537). ἡ δὲ δι…