Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Διοβούλιον, πολίχνιον πλησίον τοῦ Πόντου. τὸ ἐθνικὸν Διοβουλιεύς, ὡς τὰ τῶν Φρυγίων πόλεων ἐθνικά.
…λίας. Ἐπιτάλιον πόλις τῆς Τριφυλίας. Πολύβιος τετάρτῃ. Ἀμφιμάλιον πόλις Κρήτης ἀπὸ Ἀμφιμάλου. λέγεται καὶ Ἀμφίμαλα. Σανδάλιον Πισιδίας χωρίον. Ταυροπόλιον ἐν Ἰκαρίᾳ νήσῳ παρακειμένῃ τῇ Σάμῳ Ἀρτέμιδος ἱερόν. Στράβων ιδʹ. Διοβούλιον πολίχνιον πλησίον τοῦ Πόντου. Δασκύλιον πόλις Καρίας ἐπὶ τοῖς ὅροις τῆς Ἐφεσίας ἀπὸ Δασκύλου τοῦ υἱοῦ Περιαύδου. ἔστι καὶ ἑτέρα πόλις μετὰ τὰ Τρωϊκὰ κτισθεῖσα. τρίτη τῆς Ἰωνίας τὸ μέγα λεγόμενον ὡς μεῖζον τῶν ἄλλων. τετάρτη περὶ Βιθυνίαν. πέμπτη τῆ…