Διομήδεια, πόλις Δαυνίων, κτίσμα Διομήδους. καὶ νῆσος ἡ Διομήδεια ἐν ᾗ οἱ ἐρωδιοὶ χειροήθεις προσπετόμενοι καὶ εἰς τοὺς κόλπους δύοντες, οὕς φασιν ὅτι τοὺς ἑταίρους Διομήδους ἐκεῖ εἰς ὄρνιθας μετασχηματισθῆναι. ἔστι καὶ τόπος Διομήδεια πλησίον Ἀργυρί[ππων]. τὸ ἐθνικὸν Διομηδεύς. ἄμεινον δὲ Διομήδειος.
Translation pending