Δῖον

Stephanos of Byzantium - Ethnika

Δῖον OCR ✓ Trans ✓ Confirmed ✓
city
Δῖον, πόλις Εὐβοίας περὶ τὸ Κήναιον. Ὅμηρος “Κήρινθόν τ´ ἔφαλον Δίου τ´ αἰπὺ πτολίεθρον”. ἔστι καὶ Μακεδονίας, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν. τὸ ἐθνικὸν Διεύς. Παυσανίας δὲ Διάστας φησί· Μακεδόνων γὰρ ὁ τύπος, Ὀρέσται Λυγκησταί. γʹ ἔστι πρὸς τῷ Ἄθῳ, ὡς Θουκυδίδης. δʹ Θεσσαλίας. εʹ Πισιδίας. ϛʹ Ἰταλίας. ζʹ κοίλης Συρίας, κτίσμα Ἀλεξάνδρου, καὶ Πέλλα· ἧς τὸ ὕδωρ νοσερόν. καὶ τὸ ἐθνικὸν Διηνός, ὡς δηλοῖ τὸ ἐπίγραμμα νᾶμα τὸ Διηνὸν γλυκερὸν ποτόν, ἠνιδὲ πίῃς, παύσει μὲν δίψης, εὐθὺ δὲ καὶ βιότου. τὸ κτητικὸν Διακός. καὶ τὸ θηλυκὸν Διάς, ὡς δηλοῦσιν αἵ γε περὶ ταύτην ἦσαν Διάδες Ἀθῆναι καλούμεναι. οἱ πολῖται Ἀθηναῗται.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.356
char LCS 67 (13.7%) · word LCS 12 (11.9%)
Stephanos
… Ὅμηρος “Κήρινθόν τ´ ἔφαλον Δίου τ´ αἰπὺ πτολίεθρον”. ἔστι καὶ Μακεδονίας, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν. τὸ ἐθνικὸν Διεύς. Παυσανίας δὲ Διάστας φησί· Μακεδόνων γὰρ ὁ τύπος, Ὀρέσται Λυγκησταί. γʹ ἔστι πρὸς τῷ Ἄθῳ, ὡς Θουκυδίδης. δʹ Θεσσαλίας. εʹ Πισιδίας. ϛʹ Ἰταλίας. ζʹ κοίλης Συρίας, κτίσμα Ἀλεξάνδρου, καὶ Πέλλα· ἧς τὸ ὕδωρ νοσερόν. καὶ τὸ ἐθνικὸν Διηνός, ὡς δηλοῖ τὸ ἐπίγραμμα νᾶμα τὸ Διηνὸν γλυκερὸν ποτόν, ἠνιδὲ πίῃς, παύσει μὲν δίψης, εὐθὺ δὲ καὶ βιότου. τὸ κτητικὸν Διακός. καὶ τὸ θηλυκὸν Διάς, ὡς δηλοῦσιν αἵ γε περὶ …
Herodian
Θουκυδίδης ( 4, 109), δʹ Θεσσαλίας. εʹ Πισιδίας. ϛʹ Ἰταλίας. ζʹ κοίλης Συρίας, κτίσμα Ἀλεξάνδρου. κρεῖον ἀγγεῖον κρεῶν, εἶον, ὃ καὶ ἤϊον ἐν διαλύσει λέγεται, τὸ εἰς τὸ ἰέναι ἐπιτήδειον, νεῖον τῆς νηὸς τὸ πυθμενοειδὲς ξύλον. Τὰ διὰ τοῦ 'ιον' τριβράχεα ὑποκοριστικὰ προπαροξύνεται, κτένιον, πτύχιον, πόδιον, θρόνιον, ὡσαύ…
Herodian 1.355
char LCS 53 (10.9%) · word LCS 10 (9.9%)
Stephanos
Δῖον, πόλις Εὐβοίας περὶ τὸ Κήναιον. Ὅμηρος “Κήρινθόν τ´ ἔφαλον Δίου τ´ αἰπὺ πτολίεθρον”. ἔστι καὶ Μακεδονίας, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν. τὸ ἐθνικὸν Διεύς. Παυσανίας δὲ Διάστας φησί· Μακεδόνων γὰρ ὁ τύπος, Ὀρέσται Λυγκησταί. γʹ ἔστι πρὸς τῷ Ἄθῳ, ὡς Θουκυδίδης. δʹ Θεσσαλίας. εʹ Πι…
Herodian
…κάνεον κανοῦν. Τὰ εἰς 'ον' δισύλλαβα παραληγόμενα τῷ 'ι' μόνῳ ἢ τῇ 'ει' διφθόγγῳ βαρύνεται, μνίον, ῥίον. ἔστι καὶ πόλις Μεσσήνης ἢ Ἀχαΐας καὶ ἄλλη Αἰτωλίας. σίον λαχάνου εἶδος, ἴον, δρίον, ὅπερ τινὲς καὶ δρίος γράφουσι, Δῖον πόλις Εὐβοίας περὶ τὸ Κήναιον. Ὅμηρος »Κήρινθόν τ´ ἔφαλον Δῖόν τ´ αἰπὺ πτολίεθρον« (Β 538). ἔστι καὶ Μακεδονίας, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν· γʹ ἔστι πρὸς τῷ Ἄθῳ, ὡς