Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Διονύσου πόλις, ἐν τῷ Πόντῳ, ἡ πρότερον Κρουνοί ἀπὸ τῆς τῶν ὑδάτων καταρροῆς. Διονυσιακοῦ δὲ προσπεσόντος ὕστερον ἐκ τῆς θαλάττης τοῖς τόποις ἀγάλματος οὕτως ἐκλήθη. εἰσὶ καὶ Κρουνοί χωρίον πρὸς δύσιν τῆς ἐχούσης τοὺς βασιλέας πόλεως. βʹ Φρυγίας, κτίσμα Ἀττάλου καὶ Εὐμενοῦς ξόανον εὑρόντων Διονύ…
…ραληγόμενα τῇ διὰ τοῦ 'υ' μονογενῆ ὀξύνονται, καυνός καὶ Καυνός πόλις Καρίας ὁμοφώνως τῷ οἰκιστῇ. ἔστι καὶ ἄλλη πόλις ἐν Κρήτῃ. γλαυνός (?), βαυνός, ὅπερ οἱ Ἀττικοὶ βαρύνουσι, κρουνός· εἰσὶ καὶ Κρουνοί πόλις ἐν τῷ Πόντῳ ἀπὸ τῆς τῶν ὑδάτων καταρροῆς. βουνός, κεραυνός. τὸ μέντοι χαῦνος τριγενές. καὶ Χαῦνος ἔθνος Θεσπρωτικὸν—Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἔλινοι»—βαρύνεται. τὸ δὲ πύραυνος ὁ χυτρόπους προπαροξύνεται ὡς καὶ Λούγδουνος πόλι…