Διόσπολις

Stephanos of Byzantium - Ethnika

Διόσπολις OCR ✓ Trans ✓ Confirmed ✓
city
Διόσπολις, ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος, ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος. πρὶν δὲ ὑπὸ Περσῶν ἀφανισθῆναι, φησὶ Βάτων, ὅτι μυρίας τρισχιλίας κώμας εἶχε καὶ τριάκοντα, ἀνθρώπων δὲ μυριάδας ἑπτακοσίας, ἀρουρῶν δὲ τόπον μεμετρημένον τρισχιλίων καὶ ἑπτακοσίων, ἑκατὸν δὲ πύλας διακεκοσμημένας, τετρακόσια στάδια τὸ μῆκος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες, ὧν ἐν τῇ μιᾷ τιθασεύουσι τοὺς κροκοδείλους, ἐν ἄντροις καὶ φρέασι σέβοντες, μηδὲ τοῦ ποταμοῦ γευόμενοι, μηδ´ εἰ σφόδρα λέγοιντο. ϛʹ Λυδίας. ζʹ Παλαιστίνης. ὁ πολίτης Διοσπολίτης.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.