Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δολίονες, οἱ τὴν Κύζικον οἰκοῦντες, οὓς Δολιέας εἶπεν Ἑκαταῖος. λέγονται καὶ Δολιόνιοι καὶ θηλυκῶς Δολιονία.
…είᾳ λεγόμενον ἀντὶ τοῦ δοθιήν. Ἔτι καὶ τὰ ἔχοντα 'ι' μακρὸν βαρύνεται, κίων, πίων, πρίων προσηγορικὸν καὶ ποταμός, Ἐχίων ὃς ἔκτισεν Ἐχῖνον, πόλιν Θεσσαλίας, ἣν Ῥιανὸς «Ἐχίονος ἄστυ» εἶπε, Δηΐων, Ἀμφίων, Πανδίων, Δολίων· Δολίονες οἱ τὴν Κύζικον οἰκοῦντες, οὓς Δολιέας εἶπεν Ἑκαταῖος, βραχίων. * Τὰ εἰς 'ιων' θηλυκὰ ὀξύνονται, χιών, ἠϊών· ἔστι καὶ πόλις ἐν χεῤῥονήσῳ, ὡς Θουκυδίδης· ἔστι δὲ καὶ ἄλλη πρὸς τῇ Πιερίᾳ. Ἑρμιών πόλις Ἀργολίδος· ἐλέγετο δὲ καὶ Ἑρμιόνη ἀπὸ τῆς Ἑρμιόνος