Δολίχη

Stephanos of Byzantium - Ethnika

Δολίχη OCR ✓ Trans ✓ Confirmed ✓
island
Δολίχη, νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. Ἀλέξανδρος ἐν τῷ Λυκίας περίπλῳ Δολιχίστην αὐτήν φησιν. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. ἐθνικὸν Δολιχαῖος Ζεύς· οἱ δ´ ἐπιχώριοι Δολιχηνοί λέγονται. τῆς δὲ Λυκιακῆς Δολίχης Δολιχεύς. ὁ γὰρ τύπος συνήθης τοῖς Λυκίοις. τῆς δὲ Δολιχίστης Δολιχιστεύς.

Dolichē: an island off Lycia, as Callimachus says. Alexander, in his Periplous of Lycia, says that it is called Dolichistē. There is also Dolichē, a city of Commagene. The ethnic is Dolichaios; but the local inhabitants are called Dolichenoi. From the Lycian Dolichē comes the ethnic Dolicheus; for this form is customary among the Lycians. From Dolichistē comes Dolichisteus.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.346
char LCS 34 (14.0%) · word LCS 7 (15.9%)
Stephanos
Δολίχη, νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. Ἀλέξανδρος ἐν τῷ Λυκίας περίπλῳ Δολιχίστην αὐτήν φησιν. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. ἐθνικὸν Δολιχαῖος Ζεύς· οἱ δ´ ἐπιχώριοι Δολιχηνοί λέγονται. τῆς δὲ Λυκιακῆς Δολίχης Δολιχεύς. ὁ γὰρ τύπος συνήθης τοῖς Λυκίο…
Herodian
…εἰς 'χη' ὑπερδισύλλαβα εἰς 'α' ἢ 'υ' παραληγόμενα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, στοναχή, ταραχή, ἰαχή, ἀλυχή, διδαχή, τὸ δὲ μαλάχη βαρύνεται. τὸ δὲ Μαράχη πόλις Ἰνδικὴ κύριόν ἐστιν. Τὰ εἰς 'χη' παραληγόμενα 'ι' βαρύνεται, Δολίχη νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. δολιχή δὲ ἡ μακρά. μαστίχη, σαβαρίχη τὸ τῆς γυναικὸς αἰδοῖον, πυρρίχη, Μυστίχη. Ἐρυσίχη πόλις Ἀκαρνανίας, ἥτις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν …