Δουλίχιον

Stephanos of Byzantium - Ethnika

Δουλίχιον OCR ✓ Trans ✓ Confirmed ✓
island
Δουλίχιον, μία τῶν Ἐχινάδων νήσων, ἡ καὶ Δολίχα καλουμένη καὶ Ὀξεῖαι ἣν Θοὰς ὁ ποιητὴς εἶπεν. ἀπὸ Δουλιχίου τοῦ Τριπτολέμου. ὁ πολίτης Δουλιχιεύς καὶ Δουλιχιώτης ἀπὸ τοῦ Δουλιχίη κατὰ τροπὴν καὶ Δουλιχιήτης. καὶ Δουλιχίς. ἐλέγοντο καὶ οἱ ἐν τῷ Δουλιχίῳ Ἐπειοί, ὡς Ἐπαφρόδιτος παρατιθεὶς τὸν Ἀρίσταρχον ἐκδεχόμενον οὕτως.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.135
char LCS 52 (19.6%) · word LCS 7 (14.6%)
Stephanos
…Δολίχα καλουμένη καὶ Ὀξεῖαι ἣν Θοὰς ὁ ποιητὴς εἶπεν. ἀπὸ Δουλιχίου τοῦ Τριπτολέμου. ὁ πολίτης Δουλιχιεύς καὶ Δουλιχιώτης ἀπὸ τοῦ Δουλιχίη κατὰ τροπὴν καὶ Δουλιχιήτης. καὶ Δουλιχίς. ἐλέγοντο καὶ οἱ ἐν τῷ Δουλιχίῳ Ἐπειοί, ὡς Ἐπαφρόδιτος παρατιθεὶς τὸν Ἀρίσταρχον ἐκδεχόμενον οὕτως.
Herodian
…σιν ἔννοιαν. Τὰ εἰς 'ειος' τρισύλλαβα κύρια καὶ τὰ πλείω ὀνόματα ποταμῶν ὀξύνεται, Σπερχειός, Ἀλφειός, Πηνειός, Κητειός, Ἐπειός βασιλεὺς καὶ ἔθνος. οὕτως Ὅμηρος τοὺς Ἠλείους φησί. οὕτως δὲ ἐλέγοντο καὶ οἱ ἐν τῷ Δουλιχίῳ ὡς Ἐπαφρόδιτος παρατιθεὶς τὸν Ἀρίσταρχον ἐκδεχόμενον οὕτως. τὸ δὲ Ἀρνεῖος καὶ Δαρεῖος προπερισπῶνται. Τὰ εἰς 'ειος' τριγενῆ μὴ ἐθνικὰ προπαροξύνεται, εἰ ἀπὸ βραχείας ἄρχοιτο, βρότειος, τέλειος, φλόγειος, λύκειος, βόειος, γέγειος πλεονασμῷ τοῦ 'γ' ἀπὸ τοῦ γέα. τὸ δὲ Ἐπειός κύριο…