Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δραβῆσκος, Θρᾴκης χωρίον, Θουκυδίδης αʹ. τὸ δ´ ἐθνικὸν Δραβήσκιος.
…. Ταυρίσκος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι, ὡς Πολύβιος τρίτῳ (c. 60, 8). Ἐρατοσθένης Τερίσκους αὐτούς φησι διὰ τοῦ 'ε', οἳ καὶ Ταῦροι λέγονται. τὸ μέντοι Δαμασκός —ἔστι δὲ πόλις Συρίας—καὶ Ἀρδησκός καὶ Δραβησκός Θρᾴκης χωρίον, Θουκυδίδης αʹ (c. 100), ὀξύνεται 'ι' οὐκ ἔχοντα. Τὰ εἰς 'λος' διβράχεα βαρύνεται· εἰ δέ τι ὀξύνεται, διαστολὴν πέπονθεν ἢ ἕνεκα τριγενείας, Ἄλος πόλις Ἀχαΐας καὶ Φθιώτιδος ὑπὸ τῷ πέρατι τῆς Ὄθρυος. ὁ ποιητὴς «οἵ τ´ Ἄλον οἵ τ´ Ἀλόπην…