Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δρυμοῦσσα, νῆσος Ἰωνίας, Θουκυδίδης ὀγδόῃ. τὸ ἐθνικὸν Δρυμουσσαῖος.
…νῆσοι Λιβύης· ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. Οἰνοῦσσαι νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. Ἐλαιοῦσσα νῆσος Κιλικίας κατὰ τὴν ἤπειρον πρὸς τῇ Κωρύκῳ. εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι ἑπτά. Σχινοῦσσα Φωκικὴ νῆσος. Δρυμοῦσσα νῆσος Ἰωνίας. Θουκυδίδης ὀγδόῃ (c. 31). Φαρμακοῦσσαι δύο νῆσοι πλησίον Σαλαμῖνος. καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλος ἀνῃρέθη. Ὀφιοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Λιβύη, ὡς Πολυίστωρ, καὶ ἡ Ῥόδος καὶ ἡ Τῆνος καὶ ἡ Τύρα πόλις. Ταφιοῦσσα πόλις Κεφαλληνίας ἡ πρό…