Δάφνη

Stephanos of Byzantium - Ethnika

Δάφνη OCR ✓ Trans ✓ Confirmed ✓
place
Δάφνη, προάστειον ἐπισημότατον τῆς ἕω Ἀντιοχείας μητροπόλεως. τὸ ἐθνικὸν Δαφνίτης, καὶ Δαφνιτικός κτητικόν. ἔστι καὶ ἄλλη Δάφνη, Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου. ὅτι παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. οἱ οἰκοῦντες Δαφναῖοι. ἔστι καὶ λιμὴν Δάφνη μαινομένη ἐν τῷ στόματι τοῦ Πόντου ἐν δεξιᾷ ἀναπλέοντι. ἔστι καὶ προάστειον Δάφνη ἐν τῷ στόματι τοῦ Πόντου, ἐν ἀριστερᾷ ἐπὶ τὸν Ἀνάπλουν ἀνιοῦσιν. [ὃ λέγεται Σέργιον.]

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.326
char LCS 55 (15.7%) · word LCS 11 (16.9%)
Stephanos
Δάφνη, προάστειον ἐπισημότατον τῆς ἕω Ἀντιοχείας μητροπόλεως. τὸ ἐθνικὸν Δαφνίτης, καὶ Δαφνιτικός κτητικόν. ἔστι καὶ ἄλλη Δάφνη, Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου. ὅτι παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. οἱ οἰκοῦντες Δαφναῖοι. ἔστι καὶ λιμὴν Δάφνη μαινομένη ἐν τῷ στόματι τοῦ Πόντου ἐν δεξιᾷ ἀναπλέοντι. ἔστι καὶ προάστειον Δάφνη ἐν τῷ στόματι τοῦ Πόντου, ἐν ἀριστερᾷ ἐπὶ τὸν Ἀνάπ…
Herodian
…ῆς συμφώνου βαρύνεται, πάχνη, λάχνη, ἄχνη καὶ Ἄχναι πόλις Θεσσαλίας. ἔστι καὶ Βοιωτίας, τέχνη, Αἴτνη πόλις Σικελίας ἀπὸ Κατάνης, Ἱέρωνος κτίσμα, ὡς..... φάτνη, δάφνη καὶ Δάφνη προάστιον ἐπισημότατον τῆς ἑῴας Ἀντιοχείας. ἔστι καὶ ἄλλη Δάφνη Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. ὄρφνη ἡ νύξ. Ἴγνη πόλις πλησίον Πριάπου. Ἴχναι πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ (c. 123). Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δὲ ἄλλην φησὶ διὰ τοῦ 'α'. ἔστι καὶ ἑτέρα ἑῴα πόλ…