Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Δυμᾶνες, φυλὴ Δωριέων. ἦσαν δὲ τρεῖς, Ὑλλεῖς καὶ Πάμφυλοι καὶ Δυμᾶνες ἐξ Ἡρακλέους. καὶ προσετέθη ἡ Ὑρνηθία, ὡς Ἔφορος αʹ “Αἰγίμιος γὰρ ἦν τῶν περὶ τὴν Οἴτην Δωριέων βασιλεύς. ἔσχε δὲ δύο παῖδας Πάμφυλον καὶ Δυμᾶνα, καὶ τὸν τοῦ Ἡρακλέους Ὕλλον ἐποιήσατο τρίτον, χάριν ἀποδιδοὺς ἀνθ´ ὧν Ἡρακλῆς ἐκπεπτωκότα κατήγαγεν”. οἱ οἰκοῦντες Δυμᾶνες. καὶ Δυμανίς τὸ θηλυκόν “στέλλεο νῦν ἔτι τῆλε Δυμανίδος ἠπείροιο”. καὶ Δύμαινα. Εὐφορίων Χιλιάσι “δαίμων ..σαιτο φιλοπλοκάμοισι Δυμαίναις”. τὰ ἐθνικὰ δὲ …
… Βραχμάν Ἰνδικὸν ἔθνος σοφώτατον, οὓς καὶ Βράχμας καλοῦσιν. Γινδάν ἔθνος Λιβυκὸν λωτοφάγον «οἳ τὸν καρπὸν μόνον τοῦ λωτοῦ ἐσθίοντες ζῶσι» (Herodot. IV, 177). Δυμάν ὁ υἱὸς Αἰγιμίου, ὡς Ἔφορος αʹ «Αἰγίμιος γὰρ ἦν τῶν περὶ Οἴτην Δωριέων βασιλεύς. ἔσχε δὲ δύο παῖδας Πάμφυλον καὶ Δυμᾶνα καὶ τὸν τοῦ Ἡρακλέους Ὕλλον ἐποιήσατο τρίτον, χάριν ἀποδοὺς ἀνθ´ ὧν Ἡρακλῆς ἐκπεπτωκότα κατήγαγεν.» καὶ Δυμᾶνες φυλὴ Δωριέων. Ἐγχελᾶνες ἔθνος Ἰλλυρίας οἱ αὐτοὶ τοῖς Ἐγχελέαις, ὡς Μνασέας ἐν γʹ τῶν περιηγήσεων. λέγεται δὲ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας· λέγονται δὲ καὶ Ἐ…