Stephanos of Byzantium - Ethnika
Eleutherai: a city in Boiotia, named after Eleuther, son of Apollo. There is also one in Crete, named after Eleuther, one of the Kouretes; it was also called Saoros after the nymph Saore. There is also another on the river Istros in Pontos, so named because Jason and his companions, fleeing Aietes, were freed from fear there. There is also a city in Lykia named after a nymph. A citizen is an 'Eleuthereus' or an 'Eleutheraios', as per Herakleides.
AI translation — gpt-6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἐλευθεραί, πόλις Βοιωτίας, ἀπὸ Ἐλευθῆρος τοῦ Ἀπόλλωνος. ἔστι καὶ Κρήτης ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κουρήτων, ἥ τις καὶ Σάωρος ἐκαλεῖτο ἀπὸ Σαώρης νύμφης. ἔστι καὶ ἄλλη ἐπὶ τῷ Ἴστρῳ ποταμῷ ἐν τῷ Πόντῳ, διὰ τὸ φυγόντας Αἰήτην τοὺς περὶ Ἰάσονα ἐκεῖ τοῦ φόβου ἐλευθερωθῆναι. ἔστι καὶ πόλις Λυκίας ἀπό τινος νύμφης. ὁ πολίτης Ἐλευθερεύς, ἢ Ἐλευθεραῖος, ὡς Ἡρακλείδης.
…νὲς δὲ καὶ Φιλωτερίαν αὐτὴν εἰρήκασιν. τὸ δὲ Γλυκερά ὀξύνεται, εἴτε κύριον εἴτε ἐπιθετικὸν εἴη ὡς καὶ Ἱερά· οὕτως γὰρ ἐκλήθη ἡ Τάρσος πόλις. καὶ τὸ περιστερὰ τετρασύλλαβον καὶ τὸ Ἐλευθεραί πληθυντικῶς λεγόμενον. ἔστι δὲ πόλις Βοιωτίας ἀπὸ Ἐλευθῆρος τοῦ Ἀπόλλωνος· ἔστι καὶ Κρήτης ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κουρήτων, ἥτις καὶ Σάωρος ἐκαλεῖτο ἀπὸ Σαώρης νύμφης. ἔστι καὶ ἄλλη ἐπὶ τῷ Ἴστρῳ ποταμῷ ἐν τῷ Πόντῳ διὰ τὸ φυγόντας Αἰήτην τοὺς περὶ Ἰάσονα ἐκεῖ τοῦ φόβου ἐλευθερωθῆναι. ἔστι καὶ πόλις Λυκίας ἀπότινος νύμφης. * Τὰ εἰς 'ηρα' ὑπερδισύλλαβα μονογενῆ παροξύνεται, μερμήρα, Ὀτρήρα, Δασλήρα· ἔστι δὲ ὄνομα λίμνης, μενδήρα. τὸ δὲ Αἱμηρά καὶ Λιμηρά ἐπιθετικά ἐστιν· οὕτως γὰρ ἐκαλεῖτο Ἐπίδαυρος, Αἱμηρά μὲν διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τ…