1 Ἔαρες· ἔθνος Ἰνδικόν τῶν μετὰ Δηριάδου Διονύσῳ πολεμησάντων. Διονύσιος ἐν Βασσαρικῶν δ (fr. 16 Livrea = fr. 7 Heitsch) „οἱ δὲ θοῶς προγένοντο Διωνύσου κατὰ φήμην“.
Translation pending
1 Ἔαρες· ἔθνος Ἰνδικόν τῶν μετὰ Δηριάδου Διονύσῳ πολεμησάντων.
Translation pending
2 Ἔβορα· πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. τὸ ἐθνικὸν Ἐβορεύς.
Translation pending
3 Ἑβραῖοι· οὕτως Ἰουδαῖοι ἀπὸ Ἀβράμωνος, ὥς φησι Χάραξ (FGrHist 103 F 52).
Translation pending
4 Ἑβρών· πόλις ἐν Χαναναίᾳ τῆς Ἰουδαίας. τὸ ἐθνικὸν Ἑβρώνιος.
Translation pending
5 Ἐγγάδα· κώμη μεγάλη πλησίον Σοδόμων Ἀραβίας. τὸ ἐθνικὸν Ἐγγαδηνός ὡς Ζοαρηνός, καὶ θηλυκῶς καὶ οὐδετέρως.
Translation pending
41 Ἐλέα· πόλις Ἰταλίας, ὡς εἴρηται. ἐκαλεῖτο δὲ Ὑέλη. ὠνομάσθη δὲ Ἐλέα ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ, ἡ νῦν Βελέα.
Translation pending
42 Ἐλέγεια· χωρίον πέραν Εὐφράτου, Ἀρριανὸς ἐν Παρθικῶν η (FGrHist 156 F 36). τὸ ἐθνικὸν Ἐλεγεὺς ὡς Σελευκεύς.
Translation pending
43 Ἐλένειος· τόπος πρὸς τῷ Κανώβῳ, Ἑκαταῖος Περιηγήσει Λιβύης (FGrHist 1 F 309). τὸ ἐθνικὸν Ἐλενειεύς.
Translation pending
44 Ἑλένη· νῆσος τῆς Ἀττικῆς, Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 128). ἐκεῖ γὰρ ἀποβῆναί φασι τὴν Ἑλένην μετὰ τὴν ἅλωσιν Ἰλίου. ἐκαλεῖτο δὲ Μάκρις διὰ τὸ μῆκος. ἔστι καὶ κρήνη Ἑλένη ἐν Χίῳ, ἐφ’ ᾗ Ἑλένη ἐλούσατο. τὸ ἐθνικὸν Ἑλεναῖος ὡς Κασμεναῖος, ἢ Ἑλενίτης ἢ Ἑλένειος.
Translation pending
45 Ἐλευθέρα Κιλικία· μέρη αὐτῆς ἐν διαφόροις τόποις. οἱ οἰκήτορες Ἐλευθεροκίλικες, νῦν δὲ Ἐλευθερῖται.
Translation pending
46 Ἐλευθεραί· πόλις Βοιωτίας, ἀπὸ Ἐλευθῆρος τοῦ Ἀπόλλωνος. ἔστι καὶ Κρήτης ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κουρήτων, ἥτις καὶ Σάωρος ἐκαλεῖτο ἀπὸ Σαώρης νύμφης. ἔστι καὶ ἄλλη παρὰ τῷ Ἴστρῳ ποταμῷ ἐν τῷ Πόντῳ, διὰ τὸ φυγόντας Αἰήτην τοὺς περὶ Ἰάσονα ἐκεῖ τοῦ φόβου ἐλευθερωθῆναι. ἔστι καὶ πόλις Λυκίας ἀπὸ τινος νύμφης. ὁ πολίτης Ἐλευθερεύς, ἢ Ἐλευθεραῖος, ὡς Ἡρακλείδης (cf. RE VIII 1,487 Nr. 49).
Translation pending
47 Ἐλευθέριον· πολίχνιον Μυσίας. οἱ οἰκῆται Ἐλευθεριεῖς, ὡς Βουπράσιον Βουπρασιεῖς.
Translation pending
Ἐλευθερίς· πόλις Βοιωτίας Ὠρωποῦ πλησίον, Κόθου καὶ Αἴκλου <κτίσμα>. Θεόπομπος μ (FGrHist 115 F 195). τὸ ἐθνικὸν Ἐλευθερίτης.
Translation pending
Ἐλευθερίσκος· πόλις Μακεδονίας. Θεαγένης Μακεδονικοῖς (FGrHist 774 F 4). <τὸ ἐθνικὸν> Ἐλευθερίσκιος ὡς Τριποδίσκιος.
Translation pending
Ἐλεύθερνα· πόλις Κρήτης, ἀφ’ ἑνὸς τῶν Κουρήτων. οἱ πολῖται Ἐλευθερναῖοι. καὶ Ἐλευθερνεύς.
Translation pending
Ἐλευσίς· δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἐλευσίνιος. τὰ τοπικὰ Ἐλευσινόθεν Ἐλευσινάδε καὶ Ἐλευσῖνι. λέγεται καὶ Ἐλευσινιακός καὶ Ἐλευσινιάς. ἔστι καὶ Δήμητρος καὶ Κόρης Ἐλευσινίας ἱερόν.
Translation pending
Ἐλεύτιοι· ἔθνος τῆς Ἰαπυγίας, Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 87).
Translation pending
Ἐλεφαντίνη· πόλις. Παρθένιος (fr. 44 Lightfoot = SH 656) δὲ Ἐλεφαντίδα αὐτήν φησιν. τὸ ἐθνικὸν τῆς μὲν προτέρας Ἐλεφαντῖνος, τῆς δ’ Ἐλεφαντίδος Ἐλεφαντίτης.
Translation pending
Ἐλεών· πόλις.
Translation pending
Ἐλιβύργη· πόλις Ταρτησσοῦ, Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 38). τὸ ἐθνικὸν Ἐλιβύργιος.
Translation pending
Ἑλίκη· πόλις Πελοποννήσου. Ὅμηρος (Θ 203) „οἵ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγάς“. ἀπὸ Ἑλίκα τοῦ Λυκάονος, ἢ Ἑλίκης τῆς Ἴωνος μὲν γυναικὸς Σελινοῦντος δὲ τοῦ Ποσειδῶνος θυγατρός. ὁ πολίτης Ἑλικώνιος ἀπὸ τοῦ κτίστου Ἑλικῶνος, καὶ Ἑλικωνία τὸ θηλυκόν. ἴσως δὲ τοῦτο ἀπὸ τοῦ ὄρους γέγονεν. ἔστω οὖν Ἑλικεύς ἢ Ἑλικωνίτης· ἴσως ἀπὸ τοῦ Ἑλικώνιος· ἢ Ἑλικήσιοι.
Translation pending
Ἐλιμία· πόλις Μακεδονίας, Στράβων ζ (7,7,8 [C 326,20]). ἀπὸ Ἐλύμου τοῦ ἥρωος ἢ ἀπὸ Ἑλένου ἢ ἀπὸ Ἐλύμα τοῦ Τυρρηνῶν βασιλέως. τὸ ἐθνικὸν Ἐλιμιώτης. Ἀλέξανδρος δ’ ἐν Εὐρώπῃ (SH 26) Ἐλίμειον φησί, διὰ μακροῦ τὴν μει συλλαβήν, τὴν δὲ λι διὰ βραχέος τοῦ ι.
Translation pending
Ἔλινοι· ἔθνος Θεσπρωτικόν, Ῥιανὸς δ Θεσσαλικῶν (FGrHist 265 F 17a = fr. 34 Powell). καὶ Ἐλινία ἡ χώρα. ἔστι καὶ Σικελίας πόλις. τὸ ἐθνικὸν Ἐλινῖνος.
Translation pending
Ἐλίξοια· νῆσος Ὑπερβορέων, οὐκ ἐλάσσων Σικελίας, ὑπὲρ ποταμοῦ Καραμβύκα. οἱ νησιῶται Καραμβύκαι ἀπὸ τοῦ ποταμοῦ, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης (FGrHist 264 F 11a).
Translation pending
Ἐλίσυκοι· ἔθνος Λιγύων, Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 53).
Translation pending
Ἕλλα· χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πολύβιος ις (16,40 F 3). τὸ ἐθνικὸν Ἑλλαῖος.
Translation pending
Ἑλλάς· πόλις Θεσσαλίας. (Ι 395) „πολλαὶ Ἀχαΐδες εἰσὶν ἀν’ Ἑλλάδα τε Φθίην τε“. ἐκτίσθη ὑπὸ Ἕλληνος, οὐ τοῦ Δευκαλίωνος, ἀλλὰ τοῦ Φθίου καὶ Χρυσίππης τῆς Ἴρου. ὁ δὲ Φθῖος ἦν Ἀχαιοῦ. ἔστι καὶ ἄλλη πόλις Ἑλλὰς κοίλης Συρίας. τὸ ἐθνικὸν Ἕλλην ὁμοίως τῷ πρωτοτύπῳ, καὶ Ἑλληνίς τὸ θηλυκόν, καὶ Ἑλληνικός, καὶ Ἑλλαδικός ἀπὸ τῆς Ἑλλάδος.
Translation pending
Ἑλληνικόν καὶ Καρικόν· τόποι ἐν Μέμφιδι, ἀφ’ ὧν Ἑλληνομεμφῖται καὶ Καρομεμφῖται, ὡς Ἀρισταγόρας (FGrHist 608 F 9a).
Translation pending
Ἑλληνόπολις· πόλις Βιθυνίας. μετὰ τὸν ἀνοικισμὸν †βισάλθης†. τὸ ἐθνικὸν Ἑλληνοπολίτης.
Translation pending
Ἑλλήσποντος· ἡ χώρα ἡ παρακειμένη τῷ κόλπῳ, ἀπὸ Ἕλλης. οἱ οἰκήτορες Ἑλλησπόντιοι καὶ Ἑλλησποντία καὶ Ἑλλησποντίς. ἔστι δ’ ἀπὸ δύο παρηγμένον, ὡς παρ’ ὠκεανὸν παρωκεανῖτις, παρὰ ποταμῷ παραποτάμιος.
Translation pending
Ἐλλοπία· χωρίον Εὐβοίας, καὶ αὐτὴ ἡ νῆσος, ἀπὸ Ἔλλοπος τοῦ Ἴωνος. τὸ ἐθνικὸν Ἐλλοπιεύς. ἐλέγετο καὶ ἡ περὶ Δωδώνην χώρα Ἐλλοπία, ἧς οἱ οἰκήτορες Ἑλλοὶ καὶ Σελλοί. Ὅμηρος (Π 234) „ἀμφὶ δὲ Σελλοί“. ἔστι καὶ πόλις περὶ Δολοπίαν, καὶ χώρα περὶ Θεσπιάς.
Translation pending
Ἐλλόπιον· πόλις Αἰτωλίας. Πολύβιος ια (11,7,4). τὸ ἐθνικὸν Ἐλλοπιεύς.
Translation pending
Ἐλμαντική· πόλις Ἰβηρίας τῆς ἐντὸς Ἴβηρος ποταμοῦ. Πολύβιος γ (3,14,1 et 3). τὸ ἐθνικὸν Ἐλμαντικός.
Translation pending
Ἕλος· πόλις Λακωνική. (Β 594) „καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον“. παρὰ τὸ ἐν ἕλει εἶναι. οἱ πολῖται Εἵλωτες. τῇ ἐκτάσει καὶ τῷ γένει καὶ τῇ προσθέσει τοῦ ι διαφέρει. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεᾶται, καὶ ἡ χώρα Εἱλωτία, καὶ θηλυκὸν Εἱλωτίς, καὶ κτητικὸν Εἱλωτικός. ἔστι καὶ Ἕλος Αἰγύπτου.
Translation pending
Ἕλουροι· Σκυθικὸν ἔθνος, περὶ ὧν Δέξιππος ἐν Χρονικῶν ιβ (FGrHist 100 F 5b).
Translation pending
Ἐλοῦσα· πόλις τῆς νῦν μὲν Παλαιστίνης Τρίτης, πάλαι δ’ Ἀραβίας. τὸ ἐθνικὸν Ἐλουσηνός.
Translation pending
Ἐλπία· πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. τὸ ἐθνικὸν Ἐλπιανός.
Translation pending
Ἐλυμαία· χώρα Ἀσσυρίων πρὸς τῇ Περσικῇ, τῆς Σουσίδος ἐγγύς. οἱ οἰκοῦντες Ἐλυμαῖοι.
Translation pending
Ἐλύμνιον· νῆσος Εὐβοίας, πόλιν ἔχουσα. λέγεται καὶ Ἐλυμνία. τὸ ἐθνικὸν Ἐλύμνιος ἢ Ἐλυμνιεύς. τῆς δ’ Ἐλυμνίας Ἐλυμνιάτης.
Translation pending
Ἔλυρος: πόλις Κρήτης, ὡς Ξενίων ἐν Κρητικοῖς (FGrHist 460 F 6). ὁ πολίτης Ἐλύριος.
Translation pending
Ἔλωρος: πόλις Σικελίας, ἀπὸ Ἐλώρου ποταμοῦ τοῦ κατὰ Πάχυνον, ὃς λέγεται „τιθασοὺς ἰχθῦς ἔχειν, | ἀπὸ χειρὸς ἐσθίοντας“, ὡς Ἀπολλόδωρος ἐν Χρονικῶν α (FGrHist 244 F 4). ἔστι καὶ Μακεδονίας ἄλλη. ὁ πολίτης Ἐλωρίτης. Θουκυδίδης δὲ ἐν ς (6,66,3 et 70,4) καὶ Ἐλωρίνην ὁδόν φησι.
Translation pending
Ἔμβατον: τόπος τῆς Ἐρυθραίας. Θεόπομπος Ἑλληνικῶν η (FGrHist 115 F 14).
Translation pending
Ἔμισα: πόλις Φοινίκης Λιβανουσίας, ὡς Λάρισα. καὶ Ἐμισαῖος τὸ ἐθνικόν, ὡς Λαρισαῖος. Διονύσιος δὲ ὁ ποιητὴς συνέστειλε τὸ ι. φησὶ γὰρ „τῆς δὲ πρὸς ἀντολὴν Ἐμίσων πόλιν“, καὶ ἔοικε κλίνειν τὰ Ἔμισα· ἡ χρῆσις δὲ θηλυκῶς. ἔν τισι δὲ Ἔμεσα εὕρηται, ἀφ᾽ οὗ Ἐμεσηνός.
Translation pending
Ἐμπόριον: πόλις Κελτική, κτίσμα Μασσαλιωτῶν. β Μακεδονίας. γ Σικελίας. δ Καμπανίας. ὁ πολίτης Ἐμπορίτης.
Translation pending
Ἐνετοί· Ὅμηρος (Β 852) „ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων“. ᾤκουν δὲ περὶ Παφλαγονίαν. λέγονται καὶ Ἐνετίδες ἵπποι. ἦν δὲ καὶ κτητικὸν <Ἐνετικός>. ἔστι καὶ πόλις Ἐνετός, ἀφ᾽ ἧς ἦν Μύρμηξ ὁ διαλεκτικὸς φιλόσοφος, ὡς Διογένης ἐν β Φιλοσόφου ἱστορίας (2,113).
Translation pending
Ἐνίσπη· πόλις Ἀρκαδίας, (Β 606) „καὶ ἠνεμόεσσαν Ἐνίσπην“. νῦν δ᾽ οὐκ ἔστι. φασὶ δὲ ἢ τῆς Κλειτορίας γῆς εἶναι ἢ τῆς Ψωφῖδος. τὸ ἐθνικὸν Ἐνισπαῖος ἢ Ἐνισπίτης ἢ Ἐνισπεύς.
Translation pending
Ἔννα· πόλις Σικελίας, κτίσμα Συρακουσίων, μετὰ ō ἔτη Συρακουσῶν. ὁ πολίτης Ἐνναῖος καὶ Ἐνναία.
Translation pending
Ἐνόπη· πόλις τῆς Μεσσηνίας. Ὅμηρος (Ι 150 et 292) „Καρδαμύλην Ἐνόπην“. τὸ ἐθνικὸν Ἐνοπεύς ὡς Ῥοπεύς. μέμνηται αὐτῆς καὶ Παυσανίας γ (3,26,8).
Translation pending
Ἔντελλα· πόλις Σικελίας, Ἔφορος ιϛ (FGrHist 70 F 68). ἦσαν δ᾽ οἱ οἰκοῦντες Καμπανοὶ τὸ γένος, σύμμαχοι Καρχηδονίων. τὸ ἐθνικὸν Ἐντελλῖνος.
Translation pending
Ἐντριβαί· ἔθνος Θρᾴκης, Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 179).
Translation pending
Ἕξγυον· πόλις Σικελίας, γραφὴν ἀττικῶς ἔχουσα ὡς τὸ ἔξκλινον. λέγεται δ᾽ οὕτως διὰ τὸ ἓξ ἀγυιὰς ἔχειν.
Translation pending
Ἐορδαῖαι· δύο χῶραι, Μυγδονίας <καὶ Μακεδονίας>. εἰσὶ καὶ ἄλλαι δύο, ἡ μὲν Ἰλλυρίας ἡ δὲ Θρᾴκης, ἀπὸ Ἐορδοῦ τινος. ὁ οἰκήτωρ Ἐορδαῖος. ὀξύνεται δὲ τὸ Ἐορδός, ὡς Ἡρωδιανὸς ς (1,143,18). ἐκλήθησαν καὶ Ἐορδισταὶ ἀπὸ τοῦ ἐορδίζω, ὡς Λυδὸς λυδίζω <Λυδισταί>.
Translation pending
Ἐπάκρια· μία τῶν ἐπὶ Κέκροπος συνοικισθεισῶν ιβ πόλεων, διὰ τὸ ληΐζεσθαι ὑπὸ Καρῶν. τὸ ἐθνικὸν Ἐπακριεύς.
Translation pending
Ἐπαρῖται· ἔθνος Ἀρκαδίας. ἡ δὲ πόλις αὐτῶν Ἔπαρις ἔδει, οὐχ εὕρηται δέ. περὶ δὲ τοῦ ἔθνους Ξενοφῶν (HG 7,4,22.33.34.36; 7,5,3) καὶ Ἔφορος (FGrHist 70 F 215) καὶ Ἀνδροτίων (FGrHist 324 F 51) φασίν.
Translation pending
Ἐπειοί· οἱ Ἠλεῖοι, ἀπὸ Ἐπειοῦ βασιλέως. τὸ θηλυκὸν Ἐπειάς καὶ Ἐπειίς. λέγονται καὶ πατρωνυμικῶς Ἐνδυμιωνιάδαι.
Translation pending
Ἐπίδαμνος· πόλις Ἰλλυρίας, ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ἔστι δ’ ἑτέρα ἐν τῷ Ἰονίῳ κόλπῳ. τὸ ἐθνικὸν Ἐπιδάμνιος. εὕρηται παρὰ Παρθενίῳ (fr. 45 Lightfoot = SH 657) καὶ διὰ διφθόγγου. τὸ θηλυκὸν Ἐπιδαμνιάς.
Translation pending
Ἐπίδαυρος· πόλις πρὸς τῷ Ἄργει, θηλυκῶς λεγομένη. τὸ γὰρ (Β 561) „ἀμπελόεντ’ Ἐπίδαυρον“ μετὰ ἀρσενικοῦ ἐπιθέτου θηλυκόν ἐστιν, ὡς τὸ „ψολόεντος ἐχίδνης“ παρὰ Νικάνδρῳ (Ther. 129). τινὲς δὲ Λειμήρην αὐτήν φασι, τὴν λειμῶνας ἔχουσαν. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος. τινὲς δὲ Λιμηρὰν Λακωνικὴν λέγουσι, μίαν τῶν ρ, διὰ τὸ πολλοὺς ἔχειν λιμένας. ὁ πολίτης Ἐπιδαύριος, τὸ θηλυκὸν Ἐπιδαυρία καὶ Ἐπιδαυρίς. καὶ Ἐπιδαυριώτης φασίν.
Translation pending
Ἐπιεικίδαι· δῆμος τῆς Κεκροπίδος φυλῆς. ὁ δημότης Ἐπιεικίδης. τὰ τοπικὰ <ἐξ> Ἐπιεικιδῶν ἐν Ἐπιεικιδῶν.
Translation pending
Ἐπικηφισιά· δῆμος τῆς Οἰνηίδος φυλῆς. ὁ δημότης Ἐπικηφίσιος. τὰ τοπικὰ Ἐπικηφισιᾶθεν.
Translation pending
Ἐπιλευκάδιοι· πόλις μετὰ Ἀκαρνανίαν, Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 110). τὸ ἐθνικὸν Ἐπιλευκάδιος ὁμοίως.
Translation pending
Ἐπιπολαί· χωρίον ἀπόκρημνον προσεχὲς Συρακούσαις. Θουκυδίδης ς (6,96,1–2). τὸ ἐθνικὸν Ἐπιπολαῖος τῷ κοινῷ τύπῳ.
Translation pending
Ἐπιτάλιον· πόλις τῆς Τριφυλίας, Πολύβιος δ (4,80,13). τὸ ἐθνικὸν Ἐπιταλιεύς.
Translation pending
98 Ἐπιφάνεια· πόλις Συρίας κατὰ Ῥαφανέας ἐν μεθορίοις Ἀράδου, ἀφ’ ἧς Εὐφράτης ὁ στωικὸς φιλόσοφος. β Κιλικίας. γ Βιθυνίας. δ κατὰ Τίγριν. ἐκλήθη δὲ καὶ Ἀρκεσίκερτα, ὅ ἐστιν Ἀρκεσίου κτίσμα. ὁ πολίτης Ἐπιφανεύς.
Translation pending
99 Ἐπουία· πόλις, ἡ νῦν Ἀμβρακία, ἡ πρότερον Παραλία. καὶ οἱ οἰκοῦντες Παράλιοι.
Translation pending
100 Ἑπτακωμῆται· βάρβαροι τὸ Σκυδίσην οἰκοῦντες ὄρος. τινὲς δὲ τούτων ἐκαλοῦντο καὶ Βύζηρες.
Translation pending
101 Ἐπώπη· οὕτως ἡ Ἀκροκόρινθος ἐκαλεῖτο διὰ τὸ Σίσυφον ἐκεῖθεν ἐπιδεῖν τὴν Αἰγίνης ἁρπαγὴν ὑπὸ Διός. τὸ ἐθνικὸν Ἐπωπεύς <καὶ> Ἐπωπίτης.
Translation pending
102 Ἐρβησσός· Σικελίας πόλις. τὸ ἐθνικὸν Ἐρβησσῖνος. Φίλιστος Σικελικῶν β (FGrHist 556 F 9).
Translation pending
103 Ἕρβιτα· πόλις Σικελίας, Ἔφορος κη (FGrHist 70 F 91). τὸ ἐθνικὸν Ἐρβιταῖος.
Translation pending
104 Ἐργέτιον· πόλις Σικελίας, Φίλιστος Σικελικῶν β (FGrHist 556 F 10). τὸ ἐθνικὸν Ἐργετῖνος καὶ †αιτ ἔργετ ***
Translation pending
105 Ἐρεβίδαι· μέρος Λωτοφάγων, Φίλιστος η (FGrHist 556 F 31).
Translation pending
106 Ἐρεμβοί· ἔθνος Ἀράβων. Ὅμηρος (δ 84) „καὶ Σιδονίους καὶ Ἐρεμβούς“. τούτους δέ φησι τοὺς Τρωγλοδύτας, ἀπὸ τοῦ εἰς τὴν ἔραν βαίνειν. λέγονται καὶ Ἐρεμβαῖοι καὶ θηλυκὸν Ἐρεμβίς.
Translation pending
107 Ἔρεσος· πόλις Λέσβου, ἀπὸ Ἐρέσου τοῦ Μάκαρος, ἐξ ἧς Θεόφραστος Ἀριστοτέλους γνώριμος καὶ διάδοχος ὁ ἐπιφανέστατος, ὃς Τύρταμος ἐλέγετο καὶ διὰ τὸ τῆς φράσεως θεσπέσιον Θεόφραστος ἐκλήθη. τὸ ἐθνικὸν Ἐρέσιος ὡς Ἐφέσιος, καὶ Ἐρεσία καὶ Ἐρεσιεύς.
Translation pending
108 Ἐρέτρια· πόλις Εὐβοίας. Ὅμηρος (Β 537) „Χαλκίδα τ’ Εἰρέτριάν τε“. ἐκαλεῖτο δὲ Μελανηὶς ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. οὕτω δ’ ἐκλήθη ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος υἱοῦ. τοῦτον δ’ εἶναι ἕνα τῶν Τιτάνων. ἔστι καὶ Θετταλίας. ὁ πολίτης Ἐρετριεύς. καὶ κλίνεται Ἐρετριέως καὶ Ἐρετριῶς ὡς Στειριῶς. καὶ Ἐρετρὶς θηλυκὸν καὶ Ἐρετριάς. καὶ Ἐρέτριος καὶ Ἐρετριαῖος καὶ Ἐρετριακός.
Translation pending
109 Ἐρευάτης· πόλις Λυκίας, ἀπὸ Ἐρεύας τῆς <***> καὶ Ἐλευθερᾶς. τὸ ἐθνικὸν Ἐρευάτης.
Translation pending
Ἔρημος· καὶ νῆσός ἐστιν ἐρήμη. ἐρήμη δ’ ἐστὶ γῆ μεμονωμένη, ἀφ’ ἧς ἐρημαῖος καὶ ἐρημαία.
Translation pending
Ἔρθα· πόλις Παρθίας ἐπὶ τῷ Εὐφράτῃ, ὡς Γλαῦκος ἐν Ἀραβικῶν β (FGrHist 674 F 3). τὸ ἐθνικὸν Ἐρθηνός.
Translation pending
Ἐρίκεια· δῆμος Ἀθήνησι τῆς Αἰγηίδος φυλῆς. ὁ δημότης Ἐρικειεύς. τὰ τοπικὰ Ἐρικείαθεν Ἐρικείανδε Ἐρικείασιν.
Translation pending
Ἐρικοῦσσα· μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ φυτοῦ καλουμένη, ὡς τὸ Φοινικοῦσσα. τὸ ἐθνικὸν Λιπαραῖοι ἐξ Ἐρικούσσης, καὶ πάλιν Λιπαραῖοι ἐκ Φοινικούσσης. πάντες γὰρ οἱ οἰκοῦντες Αἰόλου νήσους ἐκαλοῦντο κοινῶς μὲν Λιπαραῖοι, ἰδικῶς δὲ ἐξ ἑκάστης τοπικῶς, ὡς καὶ ἐν ἑτέροις δείξομεν τοῦτο φυλαττόμενον.
Translation pending
Ἔριμον· πόλις Οἰνώτρων ἐν μεσογείῳ, ὡς Ἑκαταῖος (FGrHist 1 F 66).
Translation pending
Ἐρινεός· πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός. ἔστι καὶ Θεσταλίας ἄλλη καὶ Ἀχαΐας. ὁ πολίτης Ἐρινεάτης καὶ Ἐρινεεύς.
Translation pending
Ἐρινία· κώμη Μεγαρίδος, Παυσανίας α (1,44,5). ὁ οἰκήτωρ Ἐρινιάτης {διὰ τὸ προκατειληφός}.
Translation pending
Ἑρκύνιον· ὄρος Ἰταλίας, ἀφ’ οὗ Ἑρκυνίς ἡ χώρα καὶ Ἑρκύνιος τὸ κτητικόν. Ἀλέξανδρος Εὐρώπῃ (SH 27).
Translation pending
Ἑρμιών καὶ Ἑρμιόνη, ἀπὸ τῆς Ἑρμιόνος γενικῆς, ὡς ἀπὸ τῆς κάλυκος ἡ Καλύκη καὶ τῆς χιτῶνος ἡ Χιτώνη καὶ ἡγεμόνος Ἡγεμόνη. ἐκαλεῖτο δὲ καὶ Λακέρεια. Ἑρμιὼν δὲ ἀπὸ τοῦ τὸν Δία καὶ τὴν Ἥραν ἐνταῦθα ἀπὸ Κρήτης ἀφικομένους ὁρμισθῆναι, καὶ τροπῇ τοῦ ο εἰς ε, ὅθεν καὶ ἱερὸν Ἥρας παρθένου ἦν ἐν αὐτῇ. τὸ ἐθνικὸν Ἑρμιονεύς καὶ Ἑρμιονίς τὸ θηλυκόν.
Translation pending
Ἕρμος· ὡς ἕρκος οὐδετέρως, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὁ δημότης Ἕρμειος. τὸ εἰς τόπον εἰς Ἕρμους ἢ Ἑρμόσε, τὸ ἐν τόπῳ ἐν Ἕρμει.
Translation pending
Ἑρμοτυμβιεῖς· μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν α (FGrHist 608 F 1). οἱ αὐτοὶ καὶ Λαβαρεῖς.
Translation pending
121 Ἑρμοῦ πεδίον· τόπος πλησίον Κύμης, Ἔφορος ιη (FGrHist 70 F 72). ὁ τοπίτης Ἑρμοπεδιεύς καὶ Ἑρμοπεδιανός καὶ ὅσα πεδίου ἐθνικά.
Translation pending
122 Ἑρμούπολις· Αἰγύπτου πόλις. Ἡρωδιανὸς (1,92,1) β̅ εἶναι λέγει, καὶ μεγάλην καὶ μικράν. καὶ γ̅ κατ’ Αἴγυπτον. καὶ δ̅ κατὰ Θμοῦιν. καὶ ε̅ ἐπὶ τοῦ ποταμοῦ. καὶ Ϛ̅ ἐν Κῷ τῇ νήσῳ. καὶ ζ̅ ἐν Ἀρκαδίᾳ. ὁ πολίτης Ἑρμεοπολίτης καὶ Ἑρμοπολίτης.
Translation pending
123 Ἑρμώνασσα· νῆσος μικρά, πόλιν ἔχουσα, ἐν τῷ Κιμμερίῳ Βοσπόρῳ, Ἰώνων ἄποικον, ὡς ὁ Περιηγητής (552–53). ταύτην ὁ Σκύμνος (fr. 4 Gisinger) καὶ Ἑρμώνειαν καλεῖ. Στράβων ἐν ζ̅ (7,3,16 [C 306,4]) Ἑρμώνακτος κώμην φησί. Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν Περίπλῳ τῶν δύο πόντων (9r21 Diller = GGM 1,572 fr. 1). Ἑκαταῖος (FGrHist 1 F 208) δὲ καὶ Θεόπομπος (FGrHist 115 F 370) πόλιν αὐτὴν φασιν. ἀπὸ Ἑρμωνάσσης τὸ ἐθνικὸν Ἑρμωνασσαῖος ἢ Ἑρμωνάσσιος ὡς Συρακόσσιος.
Translation pending
124 Ἕρμωνθις· πόλις Αἰγύπτου, ὡς Μώμεμφις Μένουθις Τερένουθις. Ἀφ’ ἧς Ζεὺς Ἑρμωνθίτης καὶ Ἀπόλλων. Στράβων ιζ̅ (17,1,47 [C 816,33]). Ἀφ’ ἧς καὶ νομὸς Ἑρμωνθίτης. ἔστι δ’ ἐκεῖ καὶ Ἴσιδος ἱερόν.
Translation pending
125 Ἕρνικες· ἔθνος Λατίνων. Διονύσιος η̅ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας (8,64,1 et saep.).
Translation pending
126 Ἐροιάδαι· δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἐροιάδης, τὰ τοπικὰ ἐξ Ἐροιαδῶν εἰς Ἐροιαδῶν ἐν Ἐροιαδῶν.
Translation pending
127 Ἐρύθεια· νῆσος Γηρυόνου ἐν τῷ Ὠκεανῷ, ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου, ἧς καὶ Ἑρμοῦ Νῶραξ, ὡς Παυσανίας (10,17,5). λέγεται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν, ὡς τὸ Ἀγάμμεια Ἀγάμμη, καὶ Ζέλεια Ζέλη, Μαντίνεια Μαντίνη. ὁ νησιώτης Ἐρυθεύς ὡς Μαντινεύς, ἢ Ἐρυθείτης, ἢ κατὰ περίφρασιν ὁ κατοικῶν τὴν Ἐρύθειαν <***> ὡς Ὅμηρος (α 23) „Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν“.
Translation pending
128 Ἐρυθῖνοι· πόλις Παφλαγονίας. λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολλώνιος (2,941). (Β 855) „καὶ ὑψηλοὺς Ἐρυθίνους“. τὸ ἐθνικὸν ὅμοιον.
Translation pending
129 Ἐρυθρά· ἡ θάλασσα, ἀπὸ Ἐρύθρου τοῦ ἥρωος, Οὐράνιος δ᾽ ἐν Ἀραβικῶν β (FGrHist 675 F 5) ἀπὸ τῶν παρακειμένων ὀρῶν „ἃ ἐρυθρὰ δεινῶς εἰσι καὶ πορφυρᾶ, καὶ ἐπὴν βάλλῃ εἰς αὐτὰ ὁ ἥλιος τὴν αὐγήν, καταπέμπει εἰς τὴν θάλασσαν σκιὰν ἐρυθράν· καὶ ὄμβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων κάτω συρρέοντι εἰς θάλασσαν, οὕτω γίγνεται ἡ θάλασσα τὴν χρόαν.“ τὸ ἐθνικὸν Ἐρυθραῖος καὶ Ἐρυθραία καὶ Ἐρυθραῖον. καί ἐστιν ἄκρα Ἐρυθρὰ τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ζ Γεωγραφουμένων (fr. 71 Stiehle).
Translation pending
130 Ἐρυθρὰ βῶλος· πόλις Αἰγύπτου, Ἡρόδοτος β (2,111,3). τὸ ἐθνικὸν Ἐρυθροβωλίτης.
Translation pending
131 Ἐρυθραί· πόλις Ἰώνων, Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 228). ἐκαλεῖτο δὲ Κνωπούπολις ἀπὸ Κνώπου. ἔστι καὶ Λιβύης ἄλλη, καὶ ἄλλη Λοκρίδος. ἔστι καὶ Βοιωτίας, καὶ Κύπρου ἄλλη, ἡ νῦν Πάφος. ὁ πολίτης Ἐρυθραῖος. καὶ τοπικῶς Ἐρυθραιῆθεν. ἐχρημάτιζε δὲ καὶ Ναυκράτης Ἐρυθραῖος, ὁ Ὅμηρον ὑπομνηματίσας.
Translation pending
132 Ἐρύκη· Σικελικὴ πόλις. Φίλιστος Σικελικῶν β (FGrHist 556 F 11). τὸ ἐθνικὸν Ἐρυκαῖος.
Translation pending
133 Ἐρύμανθος· ὄρος καὶ ποταμός. (ζ 103) „ἢ κατὰ Τηύγετον περιμήκετον ἢ Ἐρύμανθον“. ἐν τούτοις τοῖς ὄρεσι λέων οὐ γεννᾶται. ὅθεν Ὅμηρος περὶ τῆς Ἀρτέμιδός φησι (ζ 104) „τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι“, καὶ οὐ λέουσι. τὸ ἐθνικὸν Ἐρυμάνθιος, καὶ θηλυκὸν Ἐρυμανθίς, ὡς Βοιωτός Βοιωτίς. ἔστι καὶ οὐδέτερον Ἐρυμάνθιον.
Translation pending
134 Ἐρυμναί· πόλις Λυκίας. Ἀλέξανδρος ἐν ᾱ Λυκιακῶν (FGrHist 273 F 49). τὸ ἐθνικὸν Ἐρυμναῖος.
Translation pending
135 Ἔρυξ· πόλις Σικελίας. ἀρσενικῶς, ἀπὸ Ἔρυκος τοῦ Ἀφροδίτης καὶ Βύτου. τὸ ἐθνικὸν Ἐρυκῖνος. καὶ Ἐρυκίνη Ἀφροδίτη ἐν Ῥώμῃ καὶ Σικελίᾳ.
Translation pending
136 Ἐρύσθεια· πόλις Κύπρου, ἐν ᾗ Ἀπόλλων τιμᾶται Ὑλάτης. Διονύσιος Βασσαρικῶν γ̄ (fr. 4 Livrea = fr. 1 Heitsch) οἵ τ᾿ ἔχον Ὑλάταο θεοῦ ἕδος Ἀπόλλωνος, Τέμβρον Ἐρύσθειάν τε καὶ εἰναλίην Ἀμαμασσόν.
Translation pending
137 Ἐρυσίχη· πόλις Ἀκαρνανίας, ἥτις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυσίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός. τὸ ἐθνικὸν Ἐρυσιχαῖος, περὶ οὗ πολὺς λόγος τοῖς ἀρχαίοις. ὁ τεχνικὸς {καὶ ἡρόδοτος} (Hdn. 2,874,9) γάρ φησιν ὅτι σεσημείωται τὸ Ἐρυσιχαῖος προπαροξυνόμενον ἐν τοῖς ἐθνικοῖς. μήποτε οὖν τὸ χαῖον ἐγκεῖσθαι, ὅ ἐστιν ἡ βουκολικὴ ῥάβδος, καὶ τὸν ἐρύσω μέλλοντα. διχῶς οὖν ἔσται, ὡς ἐστὶ δῆλον παρ’ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ β τῶν Παρθενείων ᾀσμάτων (fr. 8 Calame = PMGF fr. 16)· φησὶ γάρ οὐκ ἦς ἀνὴρ ἀγρεῖος οὐδέ σκαιὸς οὐδὲ παρ’ ἀσόφοισιν, οὐδὲ Θεσσαλὸς γένος, {οὐδ’} Ἐρυσιχαῖος <οὐδὲ ποιμήν>. εἰ γὰρ τῷ „Θεσσαλὸς γένος“ συναπτέον, ἐθνικόν ἐστι καὶ προπερισπάσθω· Ἡρωδιανὸς ἐν ταῖς Καθόλου προσῳδίαις (1,131,7) καὶ Πτολεμαῖος (p. 65 Baege) ἔφη. εἰ δὲ τῷ „οὐδὲ ποιμήν“ συνάψειέ τις λέγων τὸ „ἐρυσιχαῖος οὐδὲ ποιμήν“, πρόδηλον ὡς προπαροξυνθήσεται καὶ δηλοῖ τὸν βουκόλον ἢ τὸν αἰπόλον, πρὸς ὃ τὸ ποιμὴν ἁρμόδιον ἐπαχθήσεται. ὁ πολίτης Ἐρυσιχαῖος, οὗ θηλυκὸν Ἐρυσιχίς. τὸ αὐτὸ καὶ ἐπὶ τῆς χώρας.
Translation pending
138 Ἑρχιά· δῆμος τῆς Ἀττικῆς, τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Ἑρχίου τοῦ ξενίσαντος Δήμητραν. τρισυλλάβως δὲ τοὺς Ἑρχιᾶς φασιν. ὁ δημότης Ἑρχιεύς. καὶ Ἰσοκράτης Ἑρχιεὺς ἦν. τὰ τοπικὰ Ἑρχιᾶθεν Ἑρχιᾶζε καὶ Ἑρχιᾶσιν.
Translation pending
139 Ἕσδητες· ἔθνος Ἰβηρικόν, Ἑκαταῖος Εὐρώπη (FGrHist 1 F 47).
Translation pending
140 Ἑσπερία· ἡ δύσις καὶ τὸ δυτικὸν μέρος. τὸ ἐθνικὸν Ἑσπέριος καὶ Ἑσπεριώτης, καὶ ἑσπερίτης ὁ δυτικὸς παρὰ τὴν ἑσπέραν, τὴν δύσιν.
Translation pending
141 Ἑσπερίς· πόλις Λιβύης, ἡ νῦν Βερενίκη. ὁ πολίτης Ἑσπερίτης. Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασιν (37,6 Pfeiffer).
Translation pending
142 Ἑστίαια· πόλις Εὐβοίας. Ὅμηρος (Β 537) „πολυστάφυλόν θ’ Ἑστίαιαν“. ἀπὸ τῆς περὶ τὸν Ὄλυμπον Ἑστιαίας. τὸ ἐθνικὸν Ἑστιαιεύς. λέγεται καὶ τρισυλλάβως. ἔστι καὶ ἄλλη Ἀκαρνανίας. ὁ πολίτης Ἑστιαιώτης, <καὶ θηλυκῶς Ἑστιαιῶτις> ἡ Θετταλικὴ μοῖρα, καὶ Ἑστιαιεύς.
Translation pending
143 Ἐταιεῖς· διὰ διφθόγγου, ὡς Διπαιεῖς. ἔστι δὲ πόλις Λακωνική. τὸ ἐθνικὸν ὁμοίως.
Translation pending
144 Ἐτεωνός· πόλις Βοιωτίας. Ὅμηρος (Β 497) „πολύκνημόν τ’ Ἐτεωνόν“, ἀπὸ Ἐτεωνέως. καλεῖται δὲ νῦν Σκάρφη. κεῖται δ’ ἐπὶ λόφου. τὸ ἐθνικὸν Ἐτεώνιος ὡς Σικυώνιος. ἐκ τόπου Ἐτεωνόθεν.
Translation pending
145 Εὖα· πόλις Ἀρκαδίας, Θεόπομπος ἐν ς (FGrHist 115 F 60). τὸ ἐθνικὸν Εὐαῖος.
Translation pending
146 Εὐαίμων· πόλις Ὀρχομενίων, Θεόπομπος ἐν ς (FGrHist 115 F 61). τὸ ἐθνικὸν Εὐαιμόνιος.
Translation pending
147 Εὐαληνοί· ἔθνος, περὶ οὗ φησι Γλαῦκος ἐν β Περὶ Ἀραβίας (FGrHist 674 F 4).
Translation pending
148 Εὔβιοι· ἔθνος Λιγυστικόν. εἴρηται ἐν τῷ περὶ τῶν Ἀρβαξανῶν.
Translation pending
Εὔβοια· νῆσος μία τῶν ζ, παραμήκης, ἢ καὶ Μάκρις. ἀπὸ Εὐβοίας. Ἡσίοδος (cf. fr. 157 Most = p. 190a Merkelbach/West). ἔστι καὶ τόπος ἐν Ἄργει. ἔστι καὶ πόλις ἐν Μακεδονίᾳ, εἰς ἣν οἱ ἀπὸ τῆς νήσου εἰς Ἰλλυριοὺς ἀποβάντες Ἄβαντες ἐκλήθησαν. τὸ ἐθνικὸν τῆς νήσου Εὐβοιεύς, καὶ Εὐβοίς τὸ θηλυκόν. καὶ Εὐβοεὺς χωρὶς τοῦ ι, καίτοι τὰ ἀπὸ τῶν εἰς α παραγόμενα εἰς ευς φυλάττει τὴν παραλήγουσαν· διὸ καὶ τὸ Ἀλεξάνδρεια οὐ προϋπάρχει τοῦ Ἀλεξανδρεύς, ἔδει γὰρ Ἀλεξανδρειεύς, ἀλλ᾽ ἀπὸ τοῦ Ἀλέξανδρος, ὡς Ταρσός Ταρσεύς. ἔστι καὶ Εὐβοϊκὸς κτητικόν.
Translation pending
Εὔγεια· χωρίον Ἀρκαδίας, Θεόπομπος νς (FGrHist 115 F 243). τὸ ἐθνικὸν Εὐγείτης ὡς Ζελείτης, ἢ Εὐγεώτης ὡς Μαρεώτης.
Translation pending
Εὐδείπνη· νῆσος Λιβυφοινίκων, Ἑκαταῖος Περιηγήσει Λιβύης (FGrHist 1 F 339). τὸ ἐθνικὸν Εὐδειπναῖος ὡς Λερναῖος.
Translation pending
Εὐέλγεια· πόλις. Ἑκαταῖος Περιηγήσει (FGrHist 1 F 359). ὁ πολίτης Εὐελγεύς.
Translation pending
Εὐεργέται· Σκυθικὸν ἔθνος, Στράβων (15,2,10 [C 724,32]). ὃ καὶ Ἀριμασποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύσαντος διασωθῆναι τὸ σκάφος καὶ οὕτως κληθῆναι.
Translation pending
Εὐεσπερίδες· πόλις Λιβύης, καὶ ἑνικῶς λεγομένη. λέγεται καὶ χωρὶς τοῦ ευ μορίου Ἑσπερίς. τὸ ἐθνικὸν Εὐεσπερίτης.
Translation pending
Εὐθηναί· πόλις Καρίας. τὸ ἐθνικὸν καθ᾽ ἡμᾶς Εὐθηναῖος, κατ᾽ ἐκείνους δὲ Εὐθηνεύς. Πολέμων (fr. 34 Preller) δὲ καὶ Εὐθηνίτας φησίν.
Translation pending
Εὐίππη· δῆμος Καρίας. ὁ οἰκήτωρ Εὐιππεύς.
Translation pending
157 Εὐκαρπία· δῆμος τῆς μικρᾶς Φρυγίας. ἱστορεῖ Μητροφάνης (FGrHist 796 F 1), τὸν βότρυν ἐκεῖ τοσοῦτον γίνεσθαι τὸ μέγεθος, ὅσον ἅμαξαν ἀπ’ αὐτοῦ σχισθῆναι κατὰ μέσον. καὶ οὕτως ἐκλήθη διὰ τὸ εὔφορον. περὶ αὐτῆς γὰρ οἱ βάρβαροι ἔλεγον, ὅτι Δήμητρι καὶ Διονύσῳ Ζεὺς τὴν χώραν τὴν τῶν Εὐκαρπέων δοίη. ἔστι καὶ Εὐκαρπία φρούριον Σικελίας †ἐν τοῖς λεγομένοις τιμαίοις† (cf. FGrHist 566 F 24b)· καὶ γενέσθαι ἐν τούτῳ Λαΐδα, τὴν ἐπὶ κάλλει διαβεβοημένην ἑταίραν, ἣν οἱ πολλοὶ Κορινθίαν φασί. τὴν δὲ Λαΐδα τινὲς <ἐξ> Ὑκάρων λέγουσι καὶ Ὑκαρικὸν ἀνδράποδον, ὡς Συνέσιος ἐν ἐπιστολῇ (3,28 Garzya/Roques). τὸ ἐθνικὸν Εὐκαρπεύς. δυνατὸν δὲ τὸ τῆς Σικελίας Εὐκαρπιανός καὶ Εὐκαρπιάτης καὶ Εὐκαρπίτης.
Translation pending
158 Εὐκρατιδία· πόλις Βάκτρων, παρὰ τὸν Εὐκρατίδαν. Στράβων ια (11,11,2 [C 516,31]).
Translation pending
159 Εὐμένεια· πόλις Φρυγίας, Ἀττάλου καλέσαντος ἀπὸ Εὐμενοῦς τοῦ Φιλαδέλφου· ἢ Ὕλλος καλῶς μείνας ὠνόμασεν οὕτως. β Καρίας. γ ἐπὶ Ὑρκανίᾳ. ὁ πολίτης Εὐμενεύς. τὸ ἐθνικὸν ἀπὸ Εὐμενείας.
Translation pending
160 Εὐναί· πόλις Καρίας, ἐν ᾗ ποταμὸς Εὐναῖος. τὸ ἐθνικὸν Εὐναῖος. ἔστι καὶ πόλις Ἄργους Εὐναία, ἣν ᾤκουν Κυνούριοι. τὸ ἐθνικὸν ὅμοιον, ἢ καὶ Εὐναιάτης.
Translation pending
Εὐπαλία· πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρος (fr. 58 Stiehle) φησι. τὸ ἐθνικὸν Εὐπαλιεύς.
Translation pending
Εὐπατρία· πόλις Λυδῶν. οἱ πολῖται Εὐπατρεῖς. Ξάνθος ἐν γ Λυδιακῶν (FGrHist 765 F 7).
Translation pending
Εὐπορία· πόλις Μακεδονίας, ἣν Ἀλέξανδρος ταχέως νικήσας ἔκτισε καὶ ὠνόμασε διὰ τὸ εὔπορον. τὸ ἐθνικὸν Εὐποριεύς.
Translation pending
Εὐπυρίδαι· δῆμος Λεοντίδος φυλῆς. ὁ δημότης Εὐπυρίδης. τρικώμους δὲ τούτους ἐκάλουν, Εὐπυρίδας Κρωπίδας Πήληκας. τὰ τοπικὰ ἐξ Εὐπυριδῶν εἰς Εὐπυριδῶν καὶ ἐν Εὐπυριδῶν.
Translation pending
Εὐρύαμπος· πόλις Μαγνησίας. ὁ πολίτης Εὐρυάμπιος. Λυκόφρων (900) „Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων“.
Translation pending
Εὐρύηλος· οὕτως ἡ ἀκρόπολις τῶν Ἐπιπολῶν· πολίχνιον δὲ τοῦτο Συρακουσῶν ἀπόκρημνον. τὸ ἐθνικὸν Εὐρυήλιος.
Translation pending
Εὐρυμέδων· ποταμὸς Παμφυλίας καὶ τόπος κατὰ Ταρσόν. τὸ ἐθνικὸν Εὐρυμεδόντιος. ἀπὸ δὲ Εὐρυμήδους Εὐρυμηδούντιος.
Translation pending
Εὐρυμεναί· πόλις Θεσσαλίας, Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 136). ὁ πολίτης Εὐρυμένιος ὡς Κλαζομένιος.
Translation pending
Εὐρυτᾶνες· ἔθνος Αἰτωλικόν. Λυκόφρων (799) „μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώς“. ὡς τὸ Αἰνιάν.
Translation pending
Εὔρωμος· πόλις Καρίας, ἀπὸ Εὐρώμου τοῦ Ἱδριέως Καρός. τὸ ἐθνικὸν Εὐρωμεύς. Ἀπολλώνιος ιζ Καρικῶν (FGrHist 740 F 15).
Translation pending
Εὐρώπη· ἡ χώρα, ἐκ τῆς Φοίνικος θυγατρὸς <ἢ> τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια, καὶ διὰ τοῦ ι Εὐρωπία παρὰ Σοφοκλεῖ ἐν Αἰχμαλώτισι (fr. 39 Radt) „καὶ νησιώτας καὶ μακρᾶς Εὐρωπίας“. καὶ Εὐριπίδης ἐν Θησεῖ (fr. 381 Kannicht = fr. 1 Jouan/van Looy) „σχεδὸν παρ’ αὐτοῖς κρασπέδοις Εὐρωπίας“. ὁ οἰκῶν Εὐρωπαῖος, καὶ θηλυκὸν καὶ οὐδέτερον, καὶ Εὐρωπίς.
Translation pending
Εὐρωπός· πόλις Μακεδονίας, ἀπὸ Εὐρωποῦ τοῦ Μακεδόνος <καὶ> Ὠρειθυίας τῆς Κέκροπος. ἔστι καὶ Συρίας ἄλλη. τὸ ἐθνικὸν Εὐρωπαῖος. ἔστι καὶ ἄλλη Καρίας, ἣν Ἰδριάδα ἀπὸ Ἰδριέως τοῦ Χρυσάορος. τὸ ἐθνικὸν Εὐρώπιος ὡς Ὠρώπιος.
Translation pending
Εὔταια· πόλις Ἀρκαδίας, Ξενοφῶν Ἑλληνικῶν ϛ (6,5,12.20.21). τὸ ἐθνικὸν Εὔταιεύς, ὡς Ἡραιεύς Φωκαιεύς.
Translation pending
174 Εὔτρησις· κώμη <Βοιωτίας>. Ὅμηρος (Β 502) „Κώπας Εὔτρησίν τε“. κεῖται δὲ παρὰ τὴν ὁδὸν τὴν ἐκ Θεσπιῶν εἰς Πλαταιὰς ἀπάγουσαν, ἣν ἐτείχισε Ζῆθος καὶ Ἀμφίων. ἐκλήθη δὲ Εὔτρησις διὰ τὸ πολλαῖς αὐτὴν πρότερον τετρῆσθαι ῥύμαις, ὡς Ἐπαφρόδιτος (fr. 19 Braswell/ Billerbeck = fr. 20 Lünzner). ὁ κωμήτης Εὐτρησίτης, ἀφ’ οὗ Ἀπόλλων Εὐτρησίτης· καὶ ἱερὸν αὐτοῦ καὶ μαντεῖον ἐνδοξότατον. τὸ γὰρ Εὐτρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. ἔστι δὲ καὶ εἰς τόπον ἐπίρρημα Εὐτρησίνδε, ὡς Μενέλαος (SH 555 = FGrHist 384 F 4).
Translation pending
175 Εὔφραντα· πόλις Λιβυκή. Ἀλέξανδρος ἐν γʹ Λιβυκῶν (FGrHist 273 F 39). τὸ ἐθνικὸν Εὐφρανταῖος.
Translation pending
176 Εὐφρατίς· ἡ Συρία, ἀπὸ τοῦ παρακειμένου ποταμοῦ. ἐλέγοντο αὐτὸς καὶ Ἀράξης ἀδελφοί, ῥέοντες ἐξ ὄρους Ἀρμενίας. τὸ ἐθνικὸν Εὐφρατίτης ὡς Προσωπίτης.
Translation pending
177 Εὐωνυμία· πόλις Καρίας. τὸ ἐθνικὸν Εὐωνυμεύς. ἔστι καὶ δῆμος Ἀθηναίων. ἀπὸ Εὐωνύμου τοῦ Γῆς καὶ Οὐρανοῦ ἢ Κηφισσοῦ. ὁ δημότης Εὐωνυμεύς. τὰ τοπικὰ ἐξ Εὐωνυμέων· λέγεται καὶ ὁ δῆμος Εὐώνυμος.
Translation pending
Εὐωνυμῖται· ἔθνος Αἰγύπτιον πρὸς τῇ Αἰθιοπίᾳ, Ἀλέξανδρος Αἰγυπτιακῶν α (FGrHist 273 F 1).
Translation pending
Ἔφεσος· πόλις Ἰωνίας ἐπιφανεστάτη καὶ λιμὴν ἐν κόλπῳ. Ἡρόδοτος (1,142,3) δὲ Λυδίας αὐτήν φησιν. ἐκαλεῖτο δὲ Σμύρνα ἀπὸ Σμύρνης τῆς Ἀμαζόνος. ἐκαλεῖτο δὲ καὶ Σάμορνα καὶ Τραχεῖα καὶ Ὀρτυγία καὶ Πτελέα, ἧς ὁ πολίτης Πτελεαῖος. ἦν δὲ καὶ Ἀρτέμιδος ἱερὸν ἐκεῖ. καὶ Πτελεάτης ὁ πολίτης. τὸ ἐθνικὸν τοῦ Σάμορνα Σαμορναῖος. ἐκλήθη δὲ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων, ἣν καὶ βασίλισσαν καὶ πρόπολον Ἀρτέμιδος εἶναί φασιν. ἐσχηκέναι δὲ καὶ θυγατέρα Ἀμαζώ, ἀφ’ ἧς αἱ Ἀμαζόνες. ἡ δὲ πόλις ἐν κοίλῳ τόπῳ κατοικισθεῖσα χειμῶνος κατεκλύσθη καὶ μυρίων ἀποθανόντων Λυσίμαχος τὴν πόλιν μετέθηκεν ἔνθα νῦν, {ἐκάλεσε} καὶ Ἀρσινόην αὐτὴν ἀπὸ τῆς γυναικὸς Ἀρσινόης ὠνόμασεν, οὗ τελευτήσαντος ἡ προτέρα κλῆσις ἀνελήφθη. φέρεται δὲ Δούριδος ἐπίγραμμα τοῦ Ἐλαΐτου εἰς τὸν κατακλυσμὸν οὕτως (AP 9,424 = Gow/Page, Hellenistic epigrams 1773–1780) ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαι νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε, οὐ Λιβύης, Ἐφέσου δὲ τὰ μυρία κεῖνα ταλαίνης αὔλια καὶ μακάρων ἐξ ἐτέων κτέανα; ποῦ δὲ σαωτῆρες τότε δαίμονες ἔτραπον ὄμμα; αἰαῖ τὴν Ἰάδων πολλὸν ἀοιδοτάτην. κεῖνα δὲ κύμασι πάντα κυλινδομένοισιν ὁμοῖα εἰς ἅλα σὺν ποταμοῖς ἔδραμε πεπταμένοις. ἔστι καὶ Ἔφεσος νῆσος ἐν τῷ Νείλῳ, καὶ Χίος καὶ Λέσβος καὶ Κύπρος καὶ Σάμος καὶ ἄλλαι, ὡς Ἑκαταῖος (FGrHist 1 F 310). τὸ ἐθνικὸν Ἐφέσιος. εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου. οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Σοφοκλῆς (fr. 97 Radt). λέγεται καὶ Ἐφεσίτης, ὡς Ἄβρων (fr. 16 Berndt) φησί, καὶ Ἐφεσεύς, ὡς Ταρσός Ταρσεύς, Ἁλικαρνασσός Ἁλικαρνασσεύς.
Translation pending